Textus Originalis
IV 36. 37. 455
πρὸς Ἡρακλέα· τούτου γὰρ αὐτοῖς συνεργοῦντος τρεῖς πόλεις ᾤκισαν ἐν Πελοποννήσῳ, Ἀσίνην καὶ Ἑρμιόνην, ἔτι δ᾽ Ἠιόνα. μετὰ δὲ τὴν Δρυόπων ἀνάστασιν, πολέμου συνεστῶτος τοῖς Δωριεῦσι τοῖς τὴν Ἑστιαιῶτιν καλουμένην οἰκοῦσιν, ὧν ἐβασίλευεν Αἰγίμιος, καὶ τοῖς Λαπίθαις τοῖς περὶ τὸν Ὄλυμπον ἱδρυμένοις, ὧν ἐδυνάστευε Κόρωνος ὁ Καινέως, ὑπερεχόντων δὲ τῶν Λαπιθῶν πολὺ ταῖς δυνάμεσιν, οἱ Δωριεῖς κατέφυγον ἐπὶ τὸν Ἡρακλέα, καὶ σύμ- μαχον αὐτὸν ἐκάλεσαν ἐπὶ τρίτῳ μέρει τῆς Δωρίδος χώρας καὶ τῆς βασιλείας· πείσαντες δὲ κοινῇ τὴν ἐπὶ τοὺς Λαπίθας στρατείαν ἐποιήσαντο. ὁ δ᾽ Ἡρα- κλῆς ἔχων ἀεὶ τοὺς μεθ᾽ ἑαυτοῦ στρατεύσαντας Ἀρκάδας, καὶ μετὰ τούτων χειρωσάμενος τοὺς Λα- πίθας, αὐτόν τε τὸν βασιλέα Κόρωνον ἀνεῖλε καὶ τῶν ἄλλων τοὺς πλείστους κατακόψας ἠνάγκασεν ἐκχωρῆσαι τῆς ἀμφισβητησίμου χώρας. τούτων δὲ πραχθέντων, Αἰγιμίῳ μὲν τὸ ἐπιβάλλον τῆς χώρας τρίτον μέρος παρέθετο καὶ παρεκελεύσατο φυλάττειν τοῖς ἀπ᾽ αὐτοῦ· ἐπανιὼν δ᾽ εἰς Τραχῖνα, καὶ προ- κληθεὶς ὑπὸ Κύκνου τοῦ Ἄρεος, τοῦτον μὲν ἀπ- έκτεινεν, ἐκ δὲ τῆς Ἰτώνου πορευόμενος καὶ διὰ τῆς Πελασγιώτιδος γῆς βαδίζων Ὀρμενίῳ τῷ βασιλεῖ συνέμιξεν, οὗ τὴν θυγατέρα ἐμνήστευεν Ἀστυδά- μειαν· οὐ προσέχοντος δ᾽ αὐτοῦ διὰ τὸ ἔχειν αὐτὸν γαμετὴν Δηιάνειραν τὴν Οἰνέως, στρατεύσας ἐπ᾽ αὐτὸν τήν τε πόλιν εἷλε καὶ τὸν ἀπειθοῦντα βασιλέα 4 τοῖς Δ.] τοῖς om. D 11 πείσαντες om. DG κοινῆ δὲ D, κοινὴν δὲ G 20 ἀφ᾽ ἑαυτοῦ C (c. 33, 5) 23 ὀρχο- μενίῳ D, Ἀρμενίῳ Eus. pr. ev. II 2, 30 24 Ἀστυάνει- ραν Eus.