Textus Originalis

458 DIODORI SICULI

458 DIODORI SICULI

καὶ τοῖς ἄλλοις ἀνθρώποις παράδειγμα τὴν ἑαυτῶν εἰς τὸν θεὸν εὐσέβειαν ἀποδείξαντες προετρέψαντο τὸ μὲν πρῶτον ἅπαντας Ἕλληνας, μετὰ δὲ ταῦτα καὶ τοὺς κατὰ τὴν οἰκουμένην ἀνθρώπους ἅπαντας ὡς θεὸν τιμᾶν τὸν Ἡρακλέα. προσθετέον δ᾽ ἡμῖν τοῖς εἰρημένοις ὅτι μετὰ τὴν ἀποθέωσιν αὐτοῦ Ζεὺς Ἥραν μὲν ἔπεισεν υἱοποιήσασθαι τὸν Ἡρακλέα καὶ τὸ λοιπὸν εἰς τὸν ἅπαντα χρόνον μητρὸς εὔνοιαν παρέχεσθαι, τὴν δὲ τέκνωσιν γενέσθαι φασὶ τοι- αύτην· τὴν Ἥραν ἀναβᾶσαν ἐπὶ κλίνην καὶ τὸν Ἡρακλέα προσλαβομένην πρὸς τὸ σῶμα διὰ τῶν ἐνδυμάτων ἀφεῖναι πρὸς τὴν γῆν, μιμουμένην τὴν ἀληθινὴν γένεσιν· ὅπερ μέχρι τοῦ νῦν ποιεῖν τοὺς βαρβάρους ὅταν θετὸν υἱὸν ποιεῖσθαι βούλωνται. τὴν δ᾽ Ἥραν μετὰ τὴν τέκνωσιν μυθολογοῦσι συν- οικίσαι τὴν Ἥβην τῷ Ἡρακλεῖ, περὶ ἧς καὶ τὸν ποιητὴν τεθεικέναι κατὰ τὴν Νεκυίαν εἴδωλον, αὐτὸς δὲ μετ᾽ ἀθανάτοισι θεοῖσι τέρπεται ἐν θαλίαις καὶ ἔχει καλλίσφυρον Ἥβην. τὸν δ᾽ οὖν Ἡρακλέα λέγουσι καταλεγόμενον ὑπὸ τοῦ Διὸς εἰς τοὺς δώδεκα θεοὺς μὴ προσδέξασθαι τὴν τιμὴν ταύτην· ἀδύνατον γὰρ ἦν τοῦτον καταλε- χθῆναι μὴ πρότερον ἑνὸς τῶν δώδεκα θεῶν ἐκβλη- θέντος· ἄτοπον οὖν εἶναι προσδέξασθαι τιμὴν ἑτέρῳ θεῷ φέρουσαν ἀτιμίαν. Περὶ μὲν οὖν Ἡρακλέους εἰ καὶ πεπλεονάκαμεν, ἀλλ᾽ οὖν οὐδὲν τῶν μυθολογουμένων περὶ αὐτοῦ 9 παρέξεσθαι D 10 ἐπὶ] ἐπὶ τὴν vulg. 20 κατὰ τὸ λεγόμενον CF 21 προσδέξασθαι] τοὺς add. D 22 καταδεχθῆναι D.