Textus Originalis
IV 39. 40. 459
παραλελοίπαμεν. περὶ δὲ τῶν Ἀργοναυτῶν, ἐπειδὴ τούτοις Ἡρακλῆς συνεστράτευσεν, οἰκεῖον ἂν εἴη διελθεῖν περὶ αὐτῶν. Ἰάσονα γενέσθαι λέγουσιν υἱὸν μὲν Αἴσονος, ἀδελφιδοῦν δὲ Πελίου τοῦ Θετταλῶν βασιλέως, ῥώμῃ δὲ σώματος καὶ ψυχῆς λαμπρότητι διενέγκαντα τῶν ἡλικιωτῶν ἐπιθυμῆσαι τι πρᾶξαι μνήμης ἄξιον. ὁρῶντα δὲ τῶν πρὸ αὐτοῦ Περσέα καὶ τινας ἄλλους διὰ τὰς ὑπερορίους στρατείας καὶ τὸ παράβολον τῶν ἄθλων δόξης ἀειμνήστου τετευχότας, ζηλῶσαι τὰς προαιρέσεις αὐτῶν. διὸ καὶ τὴν ἐπιβολὴν ἀνα- κοινωσάμενον τῷ βασιλεῖ ταχέως λαβεῖν αὐτὸν συγκατάινον, οὐχ οὕτω τοῦ Πελίου σπεύδοντος προ- αγαγεῖν εἰς ἐπιφάνειαν τὸν νεανίσκον ὡς ἐλπίζον- τος ἐν ταῖς παραβόλοις στρατείαις διαφθαρήσεσθαι. αὐτὸν μὲν γὰρ ἐκ φύσεως ἐστερῆσθαι παίδων ἀρ- ρένων, τὸν δ᾽ ἀδελφὸν εὐλαβεῖσθαι μήποτε συνερ- γὸν ἔχων τὸν υἱὸν ἐπίθηται τῇ βασιλείᾳ. κρύ- πτοντα δὲ τὴν ὑποψίαν ταύτην, καὶ τὰ πρὸς τὴν στρατείαν χρήσιμα χορηγήσειν ἐπαγγειλάμενον, παρα- καλεῖν ἆθλον τελέσαι στειλάμενον τὸν πλοῦν εἰς Κόλχους ἐπὶ τὸ διαβεβοημένον τοῦ κριοῦ δέρος χρυ- σόμαλλον. τὸν δὲ Πόντον κατ᾽ ἐκείνους τοὺς χρό- νους περιοικούμενον ὑπὸ ἐθνῶν βαρβάρων καὶ παντελῶς ἀγρίων ἄξενον προσαγορεύεσθαι, ξενοκτο- νούντων τῶν ἐγχωρίων τοὺς καταπλέοντας. Ἰάσονα δὲ δόξης ὀρεγόμενον καὶ τὸν ἆθλον δυσέφικτον 8 τῶν Dindorf, τὸν libri 11 τῆς ἐπιβολῆς CF 22 δέρρος D, δέρας CF (ut plerumque) 27 τὸν] τὸ CDF.