Textus Originalis
IV 42. 43. 44. 463
δύνων ἑαυτοὺς ἀπηλλάχθαι. διὸ καὶ τοῖς ἐπιγινο- μένοις παραδόσιμου γεγενημένης τῆς περιπετείας, ἀεὶ τοὺς χειμαζομένους τῶν πλεόντων εὐχὰς μὲν τίθεσθαι τοῖς Σαμόθρᾳξι, τὰς δὲ τῶν ἀστέρων παρ- ουσίας ἀναπέμπειν εἰς τὴν τῶν Διοσκόρων ἐπιφά- νειαν. οὐ μὴν ἀλλὰ τότε λήξαντος τοῦ χειμῶνος ἀποβῆναι μὲν τοὺς ἀριστεῖς τῆς Θρᾴκης εἰς τὴν ὑπὸ Φινέως βασιλευομένην χώραν, περιπεσεῖν δὲ δυσὶ νεανίσκοις ἐπὶ τιμωρίᾳ διωρυγμένοις καὶ μά- στιξι πληγὰς συνεχεῖς λαμβάνουσι· τούτους δ᾽ ὑπάρ- χειν Φινέως υἱοὺς καὶ Κλεοπάτρας, ἣν φασὶν ἐξ Ὠρειθυίας τῆς Ἐρεχθέως γεννηθῆναι καὶ Βορέου, διὰ [δὲ] μητρυιᾶς τόλμαν καὶ διαβολὰς ψευδεῖς τυγ- χάνοντας ὑπὸ τοῦ πατρὸς ἀδίκως τῆς προειρημένης τιμωρίας· τὸν γὰρ Φινέα γεγαμηκότα Ἰδαίαν τὴν Δαρδάνου τοῦ Σκυθῶν βασιλέως θυγατέρα, καὶ διὰ τὸν πρὸς αὐτὴν ἔρωτα πάντα χαριζόμενον, πι- στεῦσαι διότι τῇ μητρυιᾷ βίαν ἐφ᾽ ὕβρει προσήγα- γον οἱ πρόγονοι, βουλόμενοι τῇ μητρὶ χαρίζεσθαι. τῶν δὲ περὶ τὸν Ἡρακλέα παραδόξως ἐπιφανέντων, φασὶ τοὺς μὲν ἐν τοῖς δεσμοῖς ὄντας ἐπικαλέσα- σθαι καθάπερ θεοὺς τοὺς ἀριστεῖς, καὶ τὰς αἰτίας δηλώσαντας τῆς πατρὸς παρανομίας δεῖσθαι τῶν ἀτυχημάτων αὐτοὺς ἐξελέσθαι. τὸν δὲ Φινέα πι- κρῶς ἀπαντήσαντα τοῖς ξένοις παραγγεῖλαι μηδὲν τῶν καθ᾽ ἑαυτὸν πολυπραγμονεῖν· μηδένα γὰρ πα- τέρα λαβεῖν παρ᾽ υἱῶν ἑκουσίως τιμωρίαν, εἰ μὴ τῷ μεγέθει τῶν ἀδικημάτων ὑπέρθοιντο τὴν φυσι- 2 γενομένης II 8 περιτυχεῖν II 12 ὠροθύιας D 13 δὲ delevi.