Textus Originalis

464 DIODORI SICULI

464 DIODORI SICULI

κὴν τῶν γονέων εἰς τέκνα φιλοστοργίαν. ἐνταῦθα συμπλέοντα τοῖς περὶ τὸν Ἡρακλέα τοὺς ἐπικα- λουμένους μὲν Βορεάδας, ἀδελφοὺς δ᾽ ὄντας Κλεο- πάτρας, λέγεται διὰ τὴν συγγένειαν πρώτους ὁρ- μῆσαι πρὸς τὴν βοήθειαν, καὶ τοὺς μὲν περικειμένους τοῖς νεανίσκοις δεσμοὺς περιρρῆξαι, τοὺς δ᾽ ἐναν- τιουμένους τῶν βαρβάρων ἀποκτεῖναι. ὁρμήσαντος δὲ τοῦ Φινέως πρὸς μάχην, καὶ τοὺ πλήθους τῶν Θρᾳκῶν συνδραμόντος, φασὶ τὸν Ἡρακλέα πάν- των ἄριστα διαγωνισάμενον αὐτόν τε τὸν Φινέα καὶ τῶν ἄλλων οὐκ ὀλίγους ἀνελεῖν, τὸ δὲ τελευ- ταῖον κρατήσαντα τῶν βασιλείων τὴν μὲν Κλεο- πάτραν [ἐκ] τῆς φυλακῆς προαγαγεῖν, τοῖς δὲ Φινεί- δαις ἀποκαταστῆσαι τὴν πατρῴαν ἀρχήν· βουλομένων δ᾽ αὐτῶν τὴν μητρυιὰν μετ᾽ αἰκίας ἀποκτεῖναι, πεῖσαι τῆς μὲν τιμωρίας ταύτης ἀποστῆναι, πρὸς δὲ τὸν πατέρα πέμψαντας εἰς τὴν Σκυθίαν ἐκεῖνον παρακαλέσαι τῶν εἰς αὐτοὺς ἀνομημάτων λαβεῖν κόλασιν. οὗ γενηθέντος τὸν μὲν Σκύθην τῆς θυ- γατρὸς καταγνῶναι θάνατον, τοὺς δ᾽ ἐκ τῆς Κλεο- πάτρας υἱοὺς ἀπενέγκασθαι παρὰ τοῖς Θρᾳξὶ δόξαν ἐπιεικείας. οὐκ ἀγνοῶ δὲ διότι τινὲς τῶν μυθογρά- φων τυφλωθῆναί φασι τοὺς Φινείδας ὑπὸ τοῦ πα- τρός, καὶ τὸν Φινέα τῆς ὁμοίας τυχεῖν συμφορᾶς ὑπὸ Βορέου. ὁμοίως δὲ καὶ τὸν Ἡρακλέα τινὲς παραδεδώκασι πρὸς ὑδρείαν ἐξελθόντα κατὰ τὴν Ἀσίαν ὑπὸ τῶν Ἀργοναυτῶν ἐπὶ τῆς χώρας ἀπολει- φθῆναι. καθόλου δὲ τοὺς παλαιοὺς μύθους οὐχ 13 ἐκ om. D προάγειν II φινίδαις D (ut infra) 17 πέμψαντα CF 28 δὲ] γὰρ vulg.