← 470 471

Textus Originalis

IV 48. 471

IV 48. 471

τον τὸν Εὐρυσθέως ἀδελφὸν τοῦ τοὺς ἄθλους Ἡρα- κλεῖ προστάξαντος, ἔπειτα τοῖς ἄλλοις τῷ πλήθει τῶν συναγωνιζομένων περιχυθέντα καὶ βιαιότερον ἐγκείμενον ὑπὸ Μελεάγρου φονευθῆναι. ἔνθα δὴ πεσόντος τοῦ βασιλέως καὶ τῶν Ἑλλήνων ἐπαρθέν- των, τραπῆναι πρὸς φυγὴν τοὺς Κόλχους, καὶ κατὰ τὸν διωγμὸν τοὺς πλείστους αὐτῶν ἀναιρεθῆναι. γενέσθαι δὲ καὶ τῶν ἀριστέων τραυματίαν Ἰάσονα καὶ Λαέρτην, ἔτι δ᾽ Ἀταλάντην καὶ τοὺς Θεσπιά- δας προσαγορευομένους. τούτους μὲν οὖν φασιν ὑπὸ τῆς Μηδείας ἐν ὀλίγαις ἡμέραις ῥίζαις καὶ βοτάναις τισὶ θεραπευθῆναι, τοὺς δ᾽ Ἀργοναύτας ἐπισιτισαμένους ἐκπλεῦσαι, καὶ μέσον ἤδη τὸ Πον- τικὸν πέλαγος ἔχοντας περιπεσεῖν χειμῶνι παντελῶς ἐπικινδύνῳ. τοῦ δ᾽ Ὀρφέως, καθάπερ καὶ πρότερον, εὐχὰς ποιησαμένου τοῖς Σαμόθρᾳξι, λῆξαι μὲν τοὺς ἀνέμους, φανῆναι δὲ πλησίον τῆς νεὼς τὸν προσ- αγορευόμενον θαλάττιον Γλαῦκον. τοῦτον δ᾽ ἐπὶ δύο νύκτας καὶ δύο ἡμέρας συνεχῶς τῇ νηὶ συμπλεύ- σαντα προειπεῖν μὲν Ἡρακλεῖ περὶ τῶν ἄθλων καὶ τῆς ἀθανασίας, τοῖς δὲ Τυνδαρίδαις, ὅτι προσ- αγορευθήσονται μὲν Διόσκοροι, τιμῆς δ᾽ ἰσοθέου τεύξονται παρὰ πᾶσιν ἀνθρώποις. καθόλου δ᾽ ἐξ ὀνόματος προσφωνήσαντα πάντας τοὺς Ἀργοναύτας εἰπεῖν ὡς διὰ τὰς Ὀρφέως εὐχὰς θεῶν προνοίᾳ φανεὶς αὐτοῖς σημαίνει τὰ μέλλοντα γενήσεσθαι· 2 τοὺς ἄλλους — περιχυθέντας — ἐγκειμένους II 6 τοὺς Κ. πρὸς φυγὴν vulg. 7 τὸν διωγμὸν] τὴν ὁδὸν II 8 τραυ- ματίας F 11 καὶ βοτάναις del. Dind. 12 τισὶ ante ῥίζαις vulg.