Textus Originalis
470 DIODORI SICULI
ἐγκαταστῆσαι, πρὸς δὲ τούτοις χρυσῶσαι τὸ δέρος, ἵνα διὰ τὴν ἐπιφάνειαν ὑπὸ τῶν στρατιωτῶν ἐπι- μελεστάτης ἀξιωθῇ φυλακῆς. ταῦτα μὲν οὖν ἐξ- έσται τοὺς ἀναγινώσκοντας κρίνειν πρὸς τὰς ἰδίας ἑκάστου προαιρέσεις. Τὴν δὲ Μήδειαν ἱστοροῦσι καθηγήσασθαι τοῖς Ἀργοναύταις πρὸς τὸ τοῦ Ἄρεος τέμενος, ἀπέχον ἑβδομήκοντα σταδίους ἀπὸ τῆς πόλεως, ἣν καλεῖ- σθαι μὲν Σύβαριν, ἔχειν δὲ τὰ βασίλεια τῶν Κόλ- χων. προσελθοῦσαν δὲ ταῖς πύλαις κεκλειμέναις νυκτὸς τῇ Ταυρικῇ διαλέκτῳ φωνῆσαι τοὺς φρουρούς. τῶν δὲ στρατιωτῶν ἀνοιξάντων προθύ- μως ὡς ἂν βασιλέως θυγατρί, φασὶ τοὺς Ἀργοναύ- τας εἰσπεσόντας ἐσπασμένοις τοῖς ξίφεσι πολλοὺς μὲν φονεῦσαι τῶν βαρβάρων, τοὺς δ᾽ ἄλλους διὰ τὸ παράδοξον καταπληξαμένους ἐκβαλεῖν ἐκ τοῦ τεμένους, καὶ τὸ δέρος ἀναλαβόντας πρὸς τὴν ναῦν ἐπείγεσθαι κατὰ σπουδήν. τῇ δ᾽ ἑξῆς ἐπιγνωσθῆ- και τὴν Μήδειαν ἐν τῷ τεμένει τὸν μυθολογούμενον ἄυπνον δράκοντα περιεσπειραμένον τὸ δέρος τοῖς φαρμάκοις ἀποκτεῖναι, καὶ μετὰ Ἰάσονος τὴν ἐπὶ θάλατταν κατάβασιν ποιήσασθαι. τῶν δὲ διαφυγόν- των Ταύρων ἀπαγγειλάντων τῷ βασιλεῖ τὴν γενο- μένην ἐπίθεσιν, φασὶ τὸν Αἰήτην μετὰ τῶν περὶ αὐτὸν στρατιωτῶν διώξαντα τοὺς Ἕλληνας κατα- λαβεῖν πλησίον τῆς θαλάττης· ἐξ ἐφόδου δὲ συν- άψαντα μάχην ἀνελεῖν ἕνα τῶν Ἀργοναυτῶν Ἴφι- 5 ἑκάστους aut ἕκαστον Hertlein (cf. III 16, 3) 11 τοὺς φρουρούς Hertlein (c. 48, 7), τοῖς φρουροῦσι II, τοῖς φρου- ροῖς D 20 τοῖς om. vulg.