Textus Originalis
48 DIODORI SICULI
σάντων παρ᾽ αὐτοῖς καὶ διὰ τὴν ὑπερβολὴν τῆς πολυανϑρωπίας: ὑπὲρ ὧν μήτε ἀποδείξεως φερομένης μηδεμιᾶς ἀκριβοῦς μήτε συγγραφέως ἀξιοπίστου μαρτυροῦντος, οὐκ ἐκρίναμεν ὑπάρχειν τὰ λεγόμενα γραφῆς ἄξια. καὶ περὶ μὲν τῶν ϑεολογουμένων παρ᾽ Αἰγυπτίοις τοσαῦϑ᾽ ἡμῖν εἰρήσϑω, στοχαζομένοις τῆς συμμετρίας: περὶ δὲ τῆς χώρας καὶ τοῦ Νείλου καὶ τῶν ἄλλων τῶν ἀκοῆς ἀξίων ἐν κεφαλαίοις ἕκαστα διεξιέναι πειρασόμεϑα. Ἡ γὰρ Αἴγυπτος κεῖται μὲν μάλιστά πως κατὰ μεσημβρίαν, ὀχυρότητι δὲ φυσικῇ καὶ κάλλει χώρας οὐκ ὀλίγῳ δοκεῖ προέχειν τῶν εἰς βασιλείαν ἀφωρισμένων τόπων. ἀπὸ μὲν γὰρ τῆς δύσεως ὠχύρωκεν αὐτὴν ἡ ἔρημος καὶ ϑηριώδης τῆς Λιβύης, ἐπὶ πολὺ μὲν παρεκτείνουσα, διὰ δὲ τὴν ἀνυδρίαν καὶ τὴν σπάνιν τῆς ἁπάσης τροφῆς ἔχουσα τὴν διέξοδον οὐ μόνον ἐπίπονον, ἀλλὰ καὶ παντελῶς ἐπικίνδυνον. ἐκ δὲ τῶν πρὸς νότον μερῶν οἵ τε καταράκται τοῦ Νείλου καὶ τῶν ὀρῶν τὰ συνορίζοντα τούτοις: ἀπὸ γὰρ τῆς Τρωγλοδυτικῆς καὶ τῶν ἐσχάτων τῆς Αἰϑιοπίας μερῶν ἐντὸς σταδίων πεντακισχιλίων καὶ πεντακοσίων οὔτε πλεῦσαι διὰ τοῦ ποταμοῦ ῥᾴδιον οὔτε πεζῇ πορευϑῆναι μὴ τυχόντα βασιλικῆς ἢ παντελῶς μεγάλης τινὸς χορηγίας. τῶν δὲ πρὸς τὴν ἀνατολὴν νευόντων μερῶν τὰ μὲν ὁ ποταμὸς ὠχύρωκε, τὰ δ᾽ ἔρημος περιέχει καὶ πεδία 3 μηδεμιᾶς ἀξιολόγου μήτε συγγραφέων νομίμων μαρτυρούντων οὐκ ἐκρίναμεν CFGM 6 παρ᾽ Αἰγυπτίοις τοσαῦτ᾽ εἰπεῖν ἔχομεν. περὶ δὲ CFM στοχαζόμενοι D 8 τῶν ἄλλων om. D 14 ἥ τε ἔρημος καὶ ἡ ϑ. CF 20 τρωγοδυτικῆς D 21 πεντακισχιλίων καὶ om. D