Textus Originalis
I 28. 29. 47
λαβόντα τὴν ἡγεμονίαν καταδεῖξαι τὰς τελετὰς τῆς Δήμητρος ἐν Ἐλευσῖνι καὶ τὰ μυστήρια ποιῆσαι, μετενεγκόντα τὸ περὶ τούτων νόμιμον ἐξ Αἰγύπτου. καὶ τῆς ϑεοῦ δὲ παρουσίαν εἰς τὴν Ἀττικὴν γεγονυῖαν κατὰ τούτους τοὺς χρόνους παραδεδόσϑαι κατὰ λόγον, ὡς ἂν τῶν ἐπωνύμων ταύτης καρπῶν τότε κομισϑέντων εἰς τὰς Ἀϑήνας, καὶ διὰ τοῦτο δόξαι πάλιν ἐξ ἀρχῆς τὴν εὕρεσιν γεγονέναι τοῦ σπέρματος, δωρησαμένης τῆς Δήμητρος. ὁμολογεῖν δὲ καὶ τοὺς Ἀϑηναίους ὅτι βασιλεύοντος Ἐρεχϑέως καὶ τῶν καρπῶν διὰ τὴν ἀνομβρίαν προηφανισμένων ἡ τῆς Δήμητρος ἐγένετο παρουσία πρὸς αὐτοὺς καὶ ἡ δωρεὰ τοῦ σίτου. πρὸς δὲ τούτοις αἱ τελεταὶ καὶ τὰ μυστήρια ταύτης τῆς ϑεοῦ τότε κατεδείχϑησαν ἐν Ἐλευσῖνι. τά τε περὶ τὰς ϑυσίας καὶ τὰς ἀρχαιότητας ὡσαύτως ἔχειν Ἀϑηναίους καὶ τοὺς Αἰγυπτίους: τοὺς μὲν γὰρ Εὐμολπίδας ἀπὸ τῶν κατ᾽ Αἴγυπτον ἱερέων μετενηνέχϑαι, τοὺς δὲ Κήρυκας ἀπὸ τῶν παστοφόρων. τήν τε Ἶσιν μόνους τῶν Ἑλλήνων ὀμνύειν, καὶ ταῖς ἰδέαις καὶ τοῖς ἤϑεσιν ὁμοιοτάτους εἶναι τοῖς Αἰγυπτίοις. πολλὰ δὲ καὶ ἄλλα τούτοις παραπλήσια λέγοντες φιλοτιμότερον ἤπερ ἀληϑινώτερον, ὥς γ᾽ ἐμοὶ φαίνεται, τῆς ἀποικίας ταύτης ἀμφισβητοῦσι διὰ τὴν δόξαν τῆς πόλεως. καϑόλου δὲ πλείστας ἀποικίας Αἰγύπτιοί φασιν ἐκπέμψαι τοὺς ἑαυτῶν προγόνους ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης διά τε τὴν ὑπεροχὴν τῶν βασιλευ- 4 καὶ τὴν τῆς Hertlein δὲ om. D 6 κομισϑέντων τότε CF 11 ἡ om. F 23 ὥς γέ μοι libri 26 τοὺς ἐξ ἑαυτῶν CF.