Textus Originalis
50 DIODORI SICULI
βοηϑείας ἔχουσι, συγκατολισϑανούσης τῆς ἅμμου τῆς παρὰ τὰ χείλη. τὰ μὲν οὖν προειρημένα πεδία τοιαύτην ἔχοντα τὴν φύσιν οἰκείας ἔτυχε προσηγορίας, ὀνομασϑέντα Βάραϑρα. Ἡμεῖς δ᾽ ἐπεὶ τὰ περὶ τῶν ἀπὸ τῆς χέρσου τριῶν μερῶν τῶν ὀχυρούντων τὴν Αἴγυπτον διήλϑομεν, προσϑήσομεν τοῖς εἰρημένοις τὸ λειπόμενον. ἡ τετάρτη τοίνυν πλευρὰ πᾶσα σχεδὸν ἀλιμένῳ ϑαλάττῃ προσκλυζομένη προβέβληται τὸ Αἰγύπτιον πέλαγος, ὃ τὸν μὲν παράπλουν ἔχει μακρότατον, τὴν δ᾽ ἀπόβασιν τὴν ἐπὶ τὴν χώραν δυσπροσόρμιστον: ἀπὸ γὰρ Παραιτονίου τῆς Λιβύης ἕως Ἰόπης τῆς ἐν τῇ Κοίλῃ Συρίᾳ, ὄντος τοῦ παράπλου σταδίων σχεδὸν πεντακισχιλίων, οὐκ ἔστιν εὑρεῖν ἀσφαλῆ λιμένα πλὴν τοῦ Φάρου. χωρὶς δὲ τούτων ταινία παρ᾽ ὅλην σχεδὸν τὴν Αἴγυπτον παρήκει τοῖς ἀπείροις τῶν προσπλεόντων ἀϑεώρητος: διόπερ οἱ τὸν ἐκ πελάγους κίνδυνον ἐκπεφευγέναι νομίζοντες, καὶ διὰ τὴν ἄγνοιαν ἄσμενοι πρὸς τὴν γῆν καταπλέοντες, ἐξαίφνης ἐποκελλόντων τῶν σκαφῶν ἀνελπίστως ναυαγοῦσιν: ἔνιοι δὲ διὰ τὴν ταπεινότητα τῆς χώρας οὐ δυνάμενοι προϊδέσϑαι τὴν γῆν λανϑάνουσιν ἑαυτοὺς ἐκπίπτοντες οἱ μὲν εἰς ἑλώδεις καὶ λιμνάζοντας τόπους, οἱ δ᾽ εἰς χώραν ἔρημον. Ἡ μὲν οὖν Αἴγυπτος πανταχόϑεν φυσικῶς ὠχύρωται τὸν εἰρημένον τρόπον, τῷ δὲ σχήματι παραμήκης οὖσα δισχιλίων μὲν σταδίων ἔχει τὴν παραϑαλάττιον πλευράν, εἰς μεσόγειον δ᾽ ἀνήκει 12 παρατονίου D ἰόππης codices.