Textus Originalis

I 30. 31. 32. 51

I 30. 31. 32. 51

σχεδὸν ἐπὶ σταδίους ἑξακισχιλίους. πολυανϑρωπίᾳ δὲ τὸ μὲν παλαιὸν πολὺ προέσχε πάντων τῶν γνωριζομένων τόπων κατὰ τὴν οἰκουμένην, καὶ καϑ᾽ ἡμᾶς δὲ οὐδενὸς τῶν ἄλλων δοκεῖ λείπεσϑαι: ἐπὶ μὲν γὰρ τῶν ἀρχαίων χρόνων ἔσχε κώμας ἀξιολόγους καὶ πόλεις πλείους τῶν μυρίων καὶ ὀκτακισχιλίων, ὡς ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς ὁρᾶν ἔστι κατακεχωρισμένον, ἐπὶ δὲ Πτολεμαίου τοῦ Λάγου πλείους τῶν τρισμυρίων ἠριϑμήϑησαν, ὧν τὸ πλῆϑος διαμεμένηκεν ἕως τῶν καϑ᾽ ἡμᾶς χρόνων. τοῦ δὲ σύμπαντος λαοῦ τὸ μὲν παλαιόν φασι γεγονέναι περὶ ἑπτακοσίας μυριάδας, καὶ καϑ᾽ ἡμᾶς δὲ οὐκ ἐλάττους εἶναι [τριακοσίων]. διὸ καὶ τοὺς ἀρχαίους βασιλεῖς ἱστοροῦσι κατὰ τὴν Αἴγυπτον ἔργα μεγάλα καὶ ϑαυμαστὰ διὰ τῆς πολυχειρίας κατασκευάσαντας ἀϑάνατα τῆς ἑαυτῶν δόξης ἀπολιπεῖν ὑπομνήματα. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος μικρὸν ὕστερον ἀναγράψομεν, περὶ δὲ τῆς τοῦ ποταμοῦ φύσεως καὶ τῶν κατὰ τὴν χώραν ἰδιωμάτων νῦν διέξιμεν. Ὁ γὰρ Νεῖλος φέρεται μὲν ἀπὸ μεσημβρίας ἐπὶ τὴν ἄρκτον, τὰς πηγὰς ἔχων ἐκ τόπων ἀοράτων, οἳ κεῖνται τῆς ἐσχάτης Αἰϑιοπίας κατὰ τὴν ἔρημον, ἀπροσίτου τῆς χώρας οὔσης διὰ τὴν τοῦ καύματος ὑπερβολήν. μέγιστος δ᾽ ὢν τῶν ἁπάντων ποταμῶν καὶ πλείστην γῆν διεξιὼν καμπὰς ποιεῖται μεγάλας, ποτὲ μὲν ἐπὶ τὴν ἀνατολὴν καὶ τὴν Ἀραβίαν ἐπιστρέφων, ποτὲ δ᾽ ἐπὶ τὴν δύσιν καὶ τὴν Λιβύην ἐκκλίνων: φέρεται γὰρ ἀπὸ τῶν Αἰϑιοπικῶν ὀρῶν 6 πλείω D 9 τρισχιλίων CF 13 τριακοσίων om. M, incl. Stephanus.