Textus Originalis
54 DIODORI SICULI
σταδίων τρισχιλίων, τὸ δὲ πλάτος χιλίων. ἔχειν δ᾽ αὐτὴν καὶ πόλεις οὐκ ὀλίγας, ὧν ἐπιφανεστάτην ὑπάρχειν τὴν Μερόην. παρήκειν δὲ τῆς νήσου τὸν περικλυζόμενον πάντα τόπον ἀπὸ μὲν τῆς Λιβύης ϑῖνας ἔχοντας ἅμμου μέγεϑος ἀέριον, ἀπὸ δὲ τῆς Ἀραβίας κρημνοὺς κατερρωγότας. ὑπάρχειν δ᾽ ἐν αὐτῇ καὶ μέταλλα χρυσοῦ τε καὶ ἀργύρου καὶ σιδήρου καὶ χαλκοῦ: πρὸς δὲ τούτοις ἔχειν πλῆϑος ἐβένου, λίϑων τε πολυτελῶν γένη παντοδαπά. καϑόλου δὲ τοσαύτας νήσους ποιεῖν τὸν ποταμὸν ὥστε τοὺς ἀκούοντας μὴ ῥᾳδίως πιστεῦσαι: χωρὶς γὰρ τῶν περικλυζομένων τόπων ἐν τῷ καλουμένῳ Δέλτα τὰς ἄλλας εἶναι νήσους πλείους τῶν ἑπτακοσίων, ὧν τὰς μὲν ὑπὸ Αἰϑιόπων ἐπαντλουμένας γεωργεῖσϑαι κέγχρῳ, τὰς δὲ πλήρεις ὑπάρχειν ὄφεων καὶ κυνοκεφάλων καὶ ἄλλων ϑηρίων παντοδαπῶν, καὶ διὰ τοῦτο ἀπροσίτους εἶναι τοῖς ἀνϑρώποις. Ὁ δ᾽ οὖν Νεῖλος κατὰ τὴν Αἴγυπτον εἰς πλείω μέρη σχιζόμενος ποιεῖ τὸ καλούμενον ἀπὸ τοῦ σχήματος Δέλτα. τούτου δὲ τὰς μὲν πλευρὰς καταγράφει τὰ τελευταῖα τῶν ῥευμάτων, τὴν δὲ βάσιν ἀναπληροῖ τὸ δεχόμενον πέλαγος τὰς ἐκβολὰς τοῦ ποταμοῦ. ἐξίησι δ᾽ εἰς τὴν ϑάλατταν ἑπτὰ στόμασιν, ὧν τὸ μὲν πρὸς ἕω κεκλιμένον καὶ πρῶτον καλεῖται Πηλουσιακόν, τὸ δὲ δεύτερον Τανιτικόν, εἶτα Μενδήσιον καὶ Φατνιτικὸν καὶ Σεβεννυτικόν, ἔτι δὲ 7 καὶ ἀργύρου om. D, καὶ ἀργύρου καὶ σιδήρου om. C 9 πολυτελῶν om. CF 14 ὑπαντλουμένας C — 16 ὑπὸ τῶν ἄλλων D 23 ποταμοῦ] Νείλου CF 26 τανειτικόν D 27 φατμνιτικόν CD.