Textus Originalis

I 32. 33. 53

I 32. 33. 53

σταδίων, κατάντης δὲ καὶ κρημνοῖς συγκλειόμενος εἰς στενὴν ἐντομήν, ἅπας δὲ τραχὺς καὶ φαραγγώδης, ἔτι δὲ πέτρους ἔχων πυκνοὺς καὶ μεγάλους ἐοικότας σκοπέλοις: τοῦ δὲ ῥεύματος περὶ τούτους σχιζομένου βιαιότερον καὶ πολλάκις διὰ τὰς ἐγκοπὰς ἀνακλωμένου πρὸς ἐναντίαν τὴν καταφορὰν συνίστανται δῖναι ϑαυμασταί: πᾶς δ᾽ ὁ μεσάζων τόπος ὑπὸ τῆς παλιρροίας ἀφροῦ τε πληροῦται καὶ τοῖς προσιοῦσι μεγάλην παρέχεται κατάπληξιν: καὶ γὰρ ἡ καταφορὰ τοῦ ποταμοῦ οὕτως ἐστὶν ὀξεῖα καὶ βίαιος ὥστε δοκεῖν μηδὲν βέλους διαφέρειν. κατὰ δὲ τὴν πλήρωσιν τοῦ Νείλου, τῶν σκοπέλων κατακλυζομένων καὶ παντὸς τοῦ τραχύνοντος τόπου τῷ πλήϑει τοῦ ῥεύματος καλυπτομένου, καταπλέουσι μέν τινες κατὰ τοῦ καταράκτου λαμβάνοντες ἐναντίους τοὺς ἀνέμους, ἀναπλεῦσαι δὲ οὐδεὶς δύναται, νικώσης τῆς τοῦ ποταμοῦ βίας πᾶσαν ἐπίνοιαν ἀνϑρωπίνην. καταράκται μὲν οὖν εἰσι τοιοῦτοι πλείους, μέγιστος δ᾽ ὁ πρὸς τοῖς μεϑορίοις τῆς Αἰϑιοπίας τε καὶ τῆς Αἰγύπτου. Περιείληφε δ᾽ ὁ ποταμὸς καὶ νήσους ἐν αὑτῷ, κατὰ μὲν τὴν Αἰϑιοπίαν ἄλλας τε πλείους καὶ μίαν εὐμεγέϑη, τὴν ὀνομαζομένην Μερόην, ἐν ᾗ καὶ πόλις ἐστὶν ἀξιόλογος ὁμώνυμος τῇ νήσῳ, κτίσαντος αὐτὴν Καμβύσου καὶ ϑεμένου τὴν προσηγορίαν ἀπὸ τῆς μητρὸς αὐτοῦ Μερόης. ταύτην δὲ τῷ μὲν σχήματί φασιν ὑπάρχειν ϑυρεῷ παραπλησίαν, τῷ δὲ μεγέϑει πολὺ προέχειν τῶν ἄλλων νήσων τῶν ἐν τούτοις τοῖς τόποις: τὸ μὲν γὰρ μῆκος αὐτῆς εἶναι λέγουσι 7 μεσάζων] νησίζων C.