Textus Originalis

I 34. 35. 57

I 34. 35. 57

τῶν μόρων καρπὸν φέρουσιν, αἱ δὲ τὸν τοῖς σύκοις ἐμφερῆ, καὶ παρ᾽ ὅλον σχεδὸν τὸν ἐνιαυτὸν αὐτοῦ φυομένου συμβαίνει τοὺς ἀπόρους καταφυγὴν ἑτοίμην ἔχειν τῆς ἐνδείας. τὰ δὲ βάτα καλούμενα [μυξάρια] συνάγεται μὲν κατὰ τὴν ἀποχώρησιν τοῦ ποταμοῦ, διὰ δὲ τὴν γλυκύτητα τῆς φύσεως αὐτῶν ἐν τραγήματος μέρει καταναλίσκεται. κατασκευάζουσι δὲ καὶ ἐκ τῶν κριϑῶν Αἰγύπτιοι πόμα λειπόμενον οὐ πολὺ τῆς περὶ τὸν οἶνον εὐωδίας, ὃ καλοῦσι ζῦϑος. χρῶνται δὲ καὶ πρὸς τὴν τῶν λύχνων καῦσιν ἐπιχέοντες ἀντ᾽ ἐλαίου τὸ ἀποϑλιβόμενον ἔκ τινὸς φυτοῦ, προσαγορευόμενον δὲ κίκι. πολλὰ δὲ καὶ ἄλλα τὰ δυνάμενα τὰς ἀναγκαίας χρείας παρέχεσϑαι τοῖς ἀνϑρώποις δαψιλῆ φύεται κατὰ τὴν Αἴγυπτον, ὑπὲρ ὧν μακρὸν ἂν εἴη γράφειν. Θηρία δ᾽ ὁ Νεῖλος τρέφει πολλὰ μὲν καὶ ἄλλα ταῖς ἰδέαις ἐξηλλαγμένα, δύο δὲ διάφορα, τόν τε κροκόδειλον καὶ τὸν καλούμενον ἵππον. τούτων δ᾽ ὁ μὲν κροκόδειλος ἐξ ἐλαχίστου γίνεται μέγιστος, ὡς ἂν ὠὰ μὲν τοῦ ζῴου τούτου τίκτοντος τοῖς χηνείοις παραπλήσια, τοῦ δὲ γεννηϑέντος αὐξομένου μέχρι πηχῶν ἑκκαίδεκα. καὶ μακρόβιον μέν ἐστιν ὡς κατ᾽ ἄνϑρωπον, γλῶτταν δὲ οὐκ ἔχει. τὸ δὲ σῶμα ϑαυμαστῶς ὑπὸ τῆς φύσεως ὠχύρωται: τὸ μὲν γὰρ δέρμα αὐτοῦ πᾶν φολιδωτόν ἐστι καὶ τῇ σκληρότητι διάφορον, ὀδόντες δ᾽ ἐξ ἀμφοτέρων τῶν μερῶν ὑπάρχουσι πολλοί, δύο δὲ οἱ χαυλιόδοντες πολὺ τῷ μεγέϑει τῶν ἄλλων διαλλάττοντες. σαρκο- 1 τῶν om. D — 5 μυξάρια om. CF — 28 γὰρ om. D πᾶν φ.] παμφολιδωτόν D 26 διαφέρον CF.