Textus Originalis

58 DIODORI SICULI

58 DIODORI SICULI

φαγεῖ δ᾽ οὐ μόνον ἀνϑρώπους, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐπὶ τῆς γῆς ζῴων τὰ προσπελάζοντα τῷ ποταμῷ. καὶ τὰ μὲν δήγματα ποιεῖ ἁδρὰ καὶ χαλεπά, τοῖς δ᾽ ὄνυξι δεινῶς σπαράττει, καὶ τὸ διαιρεϑὲν τῆς σαρκὸς παντελῶς ἀπεργάζεται δυσίατον. ἐϑηρεύετο δὲ ταῦτα τὰ ζῷα τὸ μὲν παλαιὸν ὑπὸ τῶν Αἰγυπτίων ἀγκίστροις ἔχουσιν ἐπιδεδελεασμένας ὑείας σάρκας, ὕστερον δὲ ποτὲ μὲν δικτύοις παχέσιν ὡσπερεί τινες ἰχϑῦς, ποτὲ δ᾽ ἐμβολίοις σιδηροῖς ἐκ τῶν ἀκάτων τυπτόμενα συνεχῶς εἰς τὴν κεφαλήν. πλῆϑος δ᾽ αὐτῶν ἀμύϑητόν ἐστι κατά τε τὸν ποταμὸν καὶ τὰς παρακειμένας λίμνας, ὡς ἂν πολυγόνων τε ὄντων καὶ σπανίως ὑπὸ τῶν ἀνϑρώπων ἀναιρουμένων: τῶν μὲν γὰρ ἐγχωρίων τοῖς πλείστοις νόμιμόν ἐστιν ὡς ϑεὸν σέβεσϑαι τὸν κροκόδειλον, τοῖς δ᾽ ἀλλοφύλοις ἀλυσιτελής ἐστιν ἡ ϑήρα παντελῶς, οὐκ οὔσης ἐδωδίμου τῆς σαρκός. ἀλλ᾽ ὅμως τοῦ πλήϑους τούτου φυομένου κατὰ τῶν ἀνϑρώπων ἡ φύσις κατεσκεύασε μέγα βοήϑημα: ὁ γὰρ καλούμενος ἰχνεύμων, παραπλήσιος ὢν μικρῷ κυνί, περιέρχεται τὰ τῶν κροκοδείλων ὠὰ συντρίβων, τίκτοντος τοῦ ζῴου παρὰ τὸν ποταμόν, καὶ τὸ ϑαυμασιώτατον, οὔτε κατεσϑίων οὔτε ὠφελούμενος οὐδὲν διατελεῖ φυσικήν τινα χρείαν καὶ κατηναγκασμένην ἐνεργῶν εἰς ἀνϑρώπων εὐεργεσίαν. ὁ δὲ καλούμενος ἵππος τῷ μεγέϑει μέν ἐστιν οὐκ ἐλάττων πηχῶν πέντε, τετράπους δ᾽ ὢν καὶ δίχηλος παραπλησίως τοῖς βουσὶ τοὺς χαυλιόδοντας ἔχει μείζους τῶν 2 τῆς om. D 3 ἁδρὰ] μεγάλα CF 23 οὐ κατεσϑίων D 26 ἐλάττω D.