Textus Originalis
I 35. 36. 59
ἀγρίων ὑῶν, τρεῖς ἐξ ἀμφοτέρων τῶν μερῶν, ὦτα δὲ καὶ κέρκον καὶ φωνὴν ἵππῳ παρεμφερῆ, τὸ δ᾽ ὅλον κύτος τοῦ σώματος οὐκ ἀνόμοιον ἐλέφαντι, καὶ δέρμα πάντων σχεδὸν τῶν ϑηρίων ἰσχυρότατον. ποτάμιον γὰρ ὑπάρχον καὶ χερσαῖον τὰς μὲν ἡμέρας ἐν τοῖς ὕδασι ποιεῖ γυμναζόμενον κατὰ βάϑους, τὰς δὲ νύκτας ἐπὶ τῆς χώρας κατανέμεται τόν τε σῖτον καὶ τὸν χόρτον, ὥστε εἰ πολύτεκνον ἦν τοῦτο τὸ ζῶον καὶ κατ᾽ ἐνιαυτὸν ἔτικτεν, ἐλυμαίνετ᾽ ἂν ὁλοσχερῶς τὰς γεωργίας τὰς κατ᾽ Αἴγυπτον. ἁλίσκεται δὲ καὶ τοῦτο πολυχειρίᾳ τῶν τυπτόντων τοῖς σιδηροῖς ἐμβολίοις: ὅπου γὰρ ἂν φανῇ, συνάγουσιν ἐπ᾽ αὐτὸ πλοῖα, καὶ περιστάντες κατατραυματίζουσιν ὥσπερ τισὶ κοπεῦσιν ἐπὶ σιδηροῖς ἀγκίστροις, εἶϑ᾽ ἑνὶ τῶν ἐμπαγέντων ἐνάπτοντες ἀρχὰς στυππίνας ἀφιᾶσι, μέχρι ἂν ὅτου παραλυϑῇ γενόμενον ἔξαιμον. τὴν μὲν οὖν σάρκα σκληρὰν ἔχει καὶ δύσπεπτον, τῶν δ᾽ ἔντοσϑεν οὐδὲν ἐδώδιμον, οὔτε σπλάγχνον οὔτ᾽ ἐγκοίλιον. Χωρὶς δὲ τῶν εἰρημένων ϑηρίων ὁ Νεῖλος ἔχει παντοῖα γένη ἰχϑύων καὶ κατὰ τὸ πλῆϑος ἄπιστα: τοῖς γὰρ ἐγχωρίοις οὐ μόνον ἐκ τῶν προσφάτως ἁλισκομένων παρέχεται δαψιλῆ τὴν ἀπόλαυσιν, ἀλλὰ καὶ πλῆϑος εἰς ταριχείαν ἀνίησιν ἀνέκλειπτον. καϑόλου δὲ ταῖς εἰς ἀνϑρώπους εὐεργεσίαις ὑπερβάλλει πάντας τοὺς κατὰ τὴν οἰκουμένην ποταμούς. τῆς γὰρ πληρώσεως τὴν ἀρχὴν ἀπὸ ϑερινῶν τροπῶν 5 γὰρ] δὲ Dind. 6 ποιεῖ] διατρίβει II. 7 τῆς D, τὰς F, om. C 11 τοῦτο] τοῦτο τὸ ζῶον vulg. 14 κωπεῦσιν D 17 ἔξαιμον] τοιοῦτον δὲ ὑπάρχον add. D 21 κατὰ om. CF ἄπιστον CF.