Textus Originalis

I 36. 37. 63

I 36. 37. 63

μὲν περὶ τούτων ἀποδιδόναι λόγον, ἠκολουϑηκὼς δὲ ἀντιλεγομέναις ὑπονοίαις εὑρίσκεται: Ξενοφῶν δὲ καὶ Θουκυδίδης, ἐπαινούμενοι κατὰ τὴν ἀλήϑειαν τῶν ἱστοριῶν, ἀπέσχοντο τελέως κατὰ τὴν γραφὴν τῶν τόπων τῶν κατ᾽ Αἴγυπτον: οἱ δὲ περὶ τὸν Ἔφορον καὶ Θεόπομπον μάλιστα πάντων εἰς ταῦτ᾽ ἐπιταϑέντες ἥκιστα τῆς ἀληϑείας ἐπέτυχον. καὶ διεσφάλησαν οὗτοι πάντες οὐ διὰ τὴν ἀμέλειαν, ἀλλὰ διὰ τὴν τῆς χώρας ἰδιότητα. ἀπὸ γὰρ τῶν ἀρχαίων χρόνων ἄχρι Πτολεμαίου τοῦ Φιλαδέλφου προσαγορευϑέντος οὐχ ὅπως τινὲς τῶν Ἑλλήνων ὑπερέβαλον εἰς Αἰϑιοπίαν, ἀλλ᾽ οὐδὲ μέχρι τῶν ὅρων τῆς Αἰγύπτου προσανέβησαν. οὕτως ἄξενα πάντα ἦν τὰ περὶ τοὺς τόπους τούτους καὶ παντελῶς ἐπικίνδυνα: τοῦ δὲ προειρημένου βασιλέως μεϑ᾽ Ἑλληνικῆς δυνάμεως εἰς Αἰϑιοπίαν πρώτου στρατεύσαντος ἐπεγνώσϑη τὰ κατὰ τὴν χώραν ταύτην ἀκριβέστερον. ἀπὸ τούτων τῶν χρόνων. τῆς μὲν οὖν τῶν προτέρων συγγραφέων ἀγνοίας τοιαύτας τὰς αἰτίας συνέβη γενέσϑαι: τὰς δὲ πηγὰς τοῦ Νείλου, καὶ τὸν τόπον ἐξ οὗ λαμβάνει τὴν ἀρχὴν τοῦ ῥεύματος, ἑορακέναι μὲν μέχρι τῶνδε τῶν ἱστοριῶν γραφομένων οὐδεὶς εἴρηκεν οὐδ᾽ ἀκοὴν ἀπεφήνατο παρὰ τῶν ἑορακέναι διαβεβαιουμένων. διὸ καὶ τοῦ πράγματος εἰς ὑπόνοιαν καὶ καταστοχασμὸν πιϑανὸν καταντῶντος, οἱ μὲν κατ᾽ Αἴγυπτον ἱερεῖς ἀπὸ τοῦ περιρρέοντος τὴν οἰκουμένην ὠκεανοῦ φασιν αὐτὸν τὴν σύστασιν λαμβάνειν, ὑγιὲς μὲν οὐδὲν λέγοντες, ἀπορίᾳ δὲ τὴν ἀπορίαν λύοντες καὶ λόγον 22 ἱστοριογραφομένων D (cf. IV 80, 4 XIII 90, 5).