Textus Originalis

64 DIODORI SICULI

64 DIODORI SICULI

φέροντες εἰς πίστιν αὐτὸν πολλῆς πίστεως προσδεόμενον. τῶν δὲ Τρωγλοδυτῶν οἱ μεταναστάντες ἐκ τῶν ἄνω τόπων διὰ καῦμα, προσαγορευόμενοι δὲ Βόλγιοι, λέγουσιν ἐμφάσεις τινὰς εἶναι περὶ τοὺς τόπους ἐκείνους, ἐξ ὧν ἄν τις συλλογίσαιτο διότι πολλῶν πηγῶν εἰς ἕνα τόπον ἀϑροιζομένων συνίσταται τὸ ῥεῦμα τοῦ Νείλου: διὸ καὶ πολυγονώτατον αὐτὸν ὑπάρχειν πάντων τῶν γνωριζομένων ποταμῶν. οἱ δὲ περιοικοῦντες τὴν νῆσον τὴν ὀνομαζομένην Μερόην, οἷς καὶ μάλιστ᾽ ἄν τις συγκατάϑοιτο, τῆς μὲν κατὰ τὸ πιϑανὸν εὑρησιλογίας πολὺ κεχωρισμένοις, τῶν δὲ τόπων τῶν ζητουμένων ἔγγιστα κειμένοις, τοσοῦτον ἀπέχουσι τοῦ λέγειν τι περὶ τούτων ἀκριβῶς ὥστε καὶ τὸν ποταμὸν Ἀστάπουν προσηγορεύκασιν, ὅπερ ἐστὶ μεϑερμηνευόμενον εἰς τὴν Ἑλλήνων διάλεκτον ἐκ τοῦ σκότους ὕδωρ. οὗτοι μὲν οὖν τῷ Νείλῳ τῆς ἐν τοῖς τόποις ἀϑεωρησίας καὶ τῆς ἰδίας ἀγνοίας οἰκείαν ἔταξαν προσηγορίαν: ἡμῖν δ᾽ ἀληϑέστατος εἶναι δοκεῖ λόγος ὁ πλεῖστον ἀπέχων τοῦ προσποιήματος. οὐκ ἀγνοῶ δὲ ὅτι τὴν πρὸς τὴν ἕω τοῦ ποταμοῦ τούτου καὶ τὴν πρὸς ἑσπέραν Λιβύην ἀφορίζων Ἡρόδοτος ἀνατίϑησι Λίβυσι τοῖς ὀνομαζομένοις Νασαμῶσι τὴν ἀκριβῆ ϑεωρίαν τοῦ ῥείϑρου, καί φησιν ἔκ τινος λίμνης λαμβάνοντα τὴν ἀρχὴν τὸν Νεῖλον φέρεσϑαι διὰ χώρας Αἰϑιοπικῆς ἀμυϑήτου: οὐ μὴν αὐτόϑεν 1 αὐτὸν Stephanus, αὐτῶν codices 2 τρωγοδυτῶν D 4 βόλγιοι CDF, μόλγιοι ABE 5 ἐκείνους om. CF 9 ὑπεροικοῦντες CF 12 κεχωρισμένοι D 13 κείμενοι D 16 εἰς τὴν Ἑλλήνων διάλεκτον om. CF 17 τοῖς om. D