Textus Originalis
68 DIODORI SICULI
τητα, τὴν μὲν ἐπίνοιαν τἀνδρὸς ἀποδεκτέον, τὴν δὲ πίστιν τοῖς ὑπ᾽ αὐτοῦ λεγομένοις οὐ δοτέον. παρίημι γὰρ καὶ διότι τοὺς ἐτησίας ἰδεῖν ἔστιν οὐδέν τι μᾶλλον ἀπὸ τῆς ἄρκτου πνέοντας ἤπερ τῆς ἑσπέρας: οὐ βορέαι γὰρ οὐδ᾽ ἀπαρκτίαι μόνοι, ἀλλὰ καὶ οἱ πνέοντες ἀπὸ ϑερινῆς δύσεως ἀργέσται κοινωνοῦσι τῆς τῶν ἐτησίων προσηγορίας. τό τε λέγειν ὡς μέγιστα συμβαίνει τῶν ὀρῶν ὑπάρχειν τὰ περὶ τὴν Αἰϑιοπίαν οὐ μόνον ἀναπόδεικτόν ἐστιν, ἀλλ᾽ οὐδὲ τὴν πίστιν ἔχει διὰ τῆς ἐναργείας συγχωρουμένην. Ἔφορος δὲ καινοτάτην αἰτίαν εἰσφέρων πιϑανολογεῖν μὲν πειρᾶται, τῆς δ᾽ ἀληϑείας οὐδαμῶς ἐπιτυγχάνων ϑεωρεῖται. φησὶ γὰρ τὴν Αἴγυπτον ἅπασαν οὖσαν ποταμόχωστον καὶ χαύνην, ἔτι δὲ κισηρώδη τὴν φύσιν, ῥαγάδας τε μεγάλας καὶ διηνεκεῖς ἔχειν, διὰ δὲ τούτων εἰς ἑαυτὴν ἀναλαμβάνειν ὑγροῦ πλῆϑος, καὶ κατὰ μὲν τὴν χειμερινὴν ὥραν συνέχειν ἐν ἑαυτῇ τοῦτο, κατὰ δὲ τὴν ϑερινὴν ὥσπερ ἰδρῶτάς τινας ἐξ αὑτῆς πανταχόϑεν ἀνιέναι, καὶ διὰ τούτων πληροῦν τὸν ποταμόν. ὁ δὲ συγγραφεὺς οὗτος οὐ μόνον ἡμῖν φαίνεται μὴ τεϑεαμένος τὴν φύσιν τῶν κατὰ τὴν Αἴγυπτον τόπων, ἀλλὰ μηδὲ παρὰ τῶν εἰδότων τὰ κατὰ τὴν χώραν ταύτην ἐπιμελῶς πεπυσμένος. πρῶτον μὲν γάρ, εἴπερ ἐξ αὐτῆς τῆς Αἰγύπτου ὁ Νεῖλος τὴν αὔξησιν ἐλάμβανεν, οὐκ ἂν ἐν τοῖς ἀνωτέρω μέρεσιν ἐπληροῦτο, διὰ τε πετρώδους καὶ στερεᾶς χώρας 10 ἐνεργείας codices, corr. Wess. 13 ἅπασαν τὴν Αἴγυπτον ποταμόχωστον οὖσαν II 23 εἰδότων] ἰδόντων Theophylactos VII 17, 22.