Textus Originalis

I 38. 39. 67

I 38. 39. 67

οὐδὲν τοιοῦτον γινόμενον ϑεωρεῖται, περιφανῶς ὁ συγγραφεὺς σχεδιάζων εὑρίσκεται: καὶ γὰρ οἱ περὶ τὴν Ἑλλάδα ποταμοὶ τὴν αὔξησιν ἐν τῷ χειμῶνι λαμβάνουσιν οὐ διὰ τὸ μακρότερον ἀφίστασϑαι τὸν ἥλιον, ἀλλὰ διὰ τὸ πλῆϑος τῶν γινομένων ὄμβρων. Δημόκριτος δ᾽ ὁ Ἀβδηρίτης φησὶν οὐ τὸν περὶ τὴν μεσημβρίαν τόπον χιονίζεσϑαι, καϑάπερ εἴρηκεν Εὐριπίδης καὶ Ἀναξαγόρας, ἀλλὰ τὸν περὶ τὰς ἄρκτους, καὶ τοῦτο ἐμφανὲς εἶναι πᾶσι. τὸ δὲ πλῆϑος τῆς σωρευομένης χιόνος ἐν τοῖς βορείοις μέρεσι περὶ μὲν τὰς τροπὰς μένειν πεπηγός, ἐν δὲ τῷ ϑέρει διαλυομένων ὑπὸ τῆς ϑερμασίας τῶν πάγων πολλὴν τηκεδόνα γίνεσϑαι, καὶ διὰ τοῦτο πολλὰ γεννᾶσϑαι καὶ παχέα νέφη περὶ τοὺς μετεωροτέρους τῶν τόπων, δαψιλοῦς τῆς ἀναϑυμιάσεως πρὸς τὸ ὕψος αἰρομένης. ταῦτα δ᾽ ὑπὸ τῶν ἐτησίων ἐλαύνεσϑαι, μέχρι ἂν ὅτου προσπέσῃ τοῖς μεγίστοις ὄρεσι τῶν κατὰ τὴν οἰκουμένην, ἅ φησιν εἶναι περὶ τὴν Αἰϑιοπίαν: ἔπειτα πρὸς τούτοις οὖσιν ὑψηλοῖς βιαίως ϑραυόμενα παμμεγέϑεις ὄμβρους γεννᾶν, ἐξ ὧν πληροῦσϑαι τὸν ποταμὸν μάλιστα κατὰ τὴν τῶν ἐτησίων ὥραν. ῥᾴδιον δὲ καὶ τοῦτον ἐξελέγξαι τοὺς χρόνους τῆς αὐξήσεως ἀκριβῶς ἐξετάζοντα: ὁ γὰρ Νεῖλος ἄρχεται μὲν πληροῦσϑαι κατὰ τὰς ϑερινὰς τροπάς, οὔπω τῶν ἐτησίων πνεόντων, λήγει δ᾽ ὕστερον ἰσημερίας φϑινοπωρινῆς, πάλαι προπεπαυμένων τῶν εἰρημένων ἀνέμων. ὅταν οὖν ἡ τῆς πείρας ἀκρίβεια κατισχύῃ τὴν τῶν λόγων πιϑανό- 5 τῶν γενομένων ὑδάτων CF 14 μετεώρους CF. 5*