Textus Originalis

70 DIODORI SICULI

70 DIODORI SICULI

δ᾽ ἐν Μέμφει τινὲς φιλοσόφων ἐπεχείρησαν αἰτίαν φέρειν τῆς πληρώσεως ἀνεξέλεγκτον μᾶλλον ἢ πιϑανήν, ᾗ πολλοὶ συγκατατέϑεινται. διαιρούμενοι γὰρ τὴν γῆν εἰς τρία μέρη φασὶν ὑπάρχειν ἓν μὲν τὸ κατὰ τὴν ἡμετέραν οἰκουμένην, ἕτερον δὲ τὸ τούτοις τοῖς τόποις ἀντιπεπονϑὸς ταῖς ὥραις, τὸ δὲ τρίτον μεταξὺ μὲν κεῖσϑαι τούτων, ὑπάρχειν δὲ διὰ καῦμα ἀοίκητον. εἰ μὲν οὖν ὁ Νεῖλος ἀνέβαινε κατὰ τὸν τοῦ χειμῶνος καιρόν, δῆλον ἂν ὑπῆρχεν ὡς ἐκ τῆς καϑ᾽ ἡμᾶς ζώνης λαμβάνει τὴν ἐπίρρυσιν διὰ τὸ περὶ τούτους τοὺς καιροὺς μάλιστα γίνεσϑαι παρ᾽ ἡμῖν τὰς ἐπομβρίας: ἐπεὶ δὲ τοὐναντίον περὶ τὸ ϑέρος πληροῦται, πιϑανὸν εἶναι κατὰ τοὺς ἀντικειμένους τόπους γεννᾶσϑαι τοὺς χειμῶνας, καὶ τὸ πλεονάζον τῶν κατ᾽ ἐκείνους τοὺς τόπους ὑδάτων εἰς τὴν καϑ᾽ ἡμᾶς οἰκουμένην φέρεσϑαι. διὸ καὶ πρὸς τὰς πηγὰς τοῦ Νείλου μηδένα δύνασϑαι παρελϑεῖν, ὡς ἂν ἐκ τῆς ἐναντίας ζώνης διὰ τῆς ἀοικήτου φερομένου τοῦ ποταμοῦ. μαρτυρεῖν δὲ τούτοις καὶ τὴν ὑπερβολὴν τῆς γλυκύτητος τοῦ κατὰ τὸν Νεῖλον ὕδατος: διὰ γὰρ τῆς κατακεκαυμένης αὐτὸν ῥέοντα καϑέψεσϑαι, καὶ διὰ τοῦτο γλυκύτατον εἶναι πάντων τῶν ποταμῶν, ἅτε φύσει τοῦ πυρώδους πᾶν τὸ ὑγρὸν ἀπογλυκαίνοντος. οὗτος δ᾽ ὁ λόγος ἔχει μέν τινα [φανερὰν καὶ] πρόχειρον ἀντίρρησιν, ὅτι παντελῶς ἀδύνατον εἶναι δοκεῖ ποταμὸν ἐκ τῆς ἀντικειμένης οἰκουμένης εἰς τὴν ἡμετέραν ἀναφέρεσϑαι, καὶ μάλιστ᾽ εἴ τις ὑπόϑοιτο σφαι- 9 ἂν add. Hertlein 18 προσελϑεῖν CF 25 φανερὰν καὶ om. D.