Textus Originalis
I 40. 41. 71
ροειδῆ τὴν γῆν ὑπάρχειν. καὶ γὰρ ἐάν τις τοῖς λόγοις κατατολμήσας βιάζηται τὴν ἐνάργειαν, ἥ γε φύσις τῶν πραγμάτων οὐδαμῶς συγχωρήσει. καϑόλου μὲν γὰρ ἀνεξέλεγκτον ἀπόφασιν εἰσηγούμενοι, καὶ τὴν ἀοίκητον χώραν μεταξὺ τιϑέμενοι, ταύτῃ διαφεύξεσϑαι τοὺς ἀκριβεῖς ἐλέγχους νομίζουσι: δίκαιον δὲ τοὺς περί τινων διαβεβαιουμένους ἢ τὴν ἐνάργειαν παρέχεσϑαι μαρτυροῦσαν ἢ τὰς ἀποδείξεις λαμβάνειν ἐξ ἀρχῆς συγκεχωρημένας. πῶς δὲ μόνος ὁ Νεῖλος ἐξ ἐκείνης τῆς οἰκουμένης φέρεται πρὸς τοὺς καϑ᾽ ἡμᾶς τόπους; εἰκὸς γὰρ εἶναι καὶ ἑτέρους ποταμούς, καϑάπερ καὶ παρ᾽ ἡμῖν. ἥ τε τῆς περὶ τὸ ὕδωρ γλυκύτητος αἰτία παντελῶς ἄλογος. εἰ γὰρ καϑεψόμενος ὑπὸ τῶν καυμάτων ὁ ποταμὸς ἐγλυκαίνετο, πολύγονος οὐκ ἂν ἦν οὐδὲ ποικίλας ἰχϑύων καὶ ϑηρίων ἰδέας εἶχε: πᾶν γὰρ ὕδωρ ὑπὸ τῆς πυρώδους φύσεως ἀλλοιωϑὲν ἀλλοτριώτατόν ἐστι ζωογονίας. διόπερ τῇ παρεισαγομένῃ καϑεψήσει τῆς φύσεως τοῦ Νείλου παντάπασιν ἐναντιουμένης ψευδεῖς τὰς εἰρημένας αἰτίας τῆς πληρώσεως ἡγητέον. Οἰνοπίδης δὲ ὁ Χῖός φησι κατὰ μὲν τὴν ϑερινὴν ὥραν τὰ ὕδατα κατὰ τὴν γῆν εἶναι ψυχρά, τοῦ δὲ χειμῶνος τοὐναντίον ϑερμά, καὶ τοῦτο εὔδηλον ἐπὶ τῶν βαϑέων φρεάτων γίνεσϑαι: κατὰ μὲν γὰρ τὴν ἀκμὴν τοῦ χειμῶνος ἥκιστα τὸ ὕδωρ ἐν αὐτοῖς ὑπάρχειν ψυχρόν, κατὰ δὲ τὰ μέγιστα καύματα ψυχρότατον ἐξ αὐτῶν 2 ἐνάργειαν A et D in margine m. 1., ἐνέργειαν ceteri 8 ἐνέργειαν CF 17 ἐπὶ D — 23 τὴν om. CF — τοὐναντίον om. CF 24 εὔδηλον] εὐφάνερον D.