Textus Originalis
I 41. 73
τὸ γινόμενον περί τινας τόπους τῆς Ἀσίας: πρὸς μὲν γὰρ τοῖς ὅροις τῆς Σκυϑίας τοῖς πρὸς τὸ Καυκάσιον ὄρος συνάπτουσι, παρεληλυϑότος ἤδη τοῦ χειμῶνος, καϑ᾽ ἕκαστον ἔτος νιφετοὺς ἐξαισίους γίνεσϑαι συνεχῶς ἐπὶ πολλὰς ἡμέρας, ἐν δὲ τοῖς πρὸς βορρᾶν ἐστραμμένοις μέρεσι τῆς Ἰνδικῆς ὡρισμένοις καιροῖς καὶ χάλαζαν ἄπιστον τὸ μέγεϑος καὶ τὸ πλῆϑος καταράττειν, καὶ περὶ μὲν τὸν Ὑδάσπην ποταμὸν ἀρχομένου ϑέρους συνεχεῖς ὄμβρους γίνεσϑαι, κατὰ δὲ τὴν Αἰϑιοπίαν μεϑ᾽ ἡμέρας τινὰς ταὐτὸ συμβαίνειν, καὶ ταύτην τὴν περίστασιν κυκλουμένην ἀεὶ τοὺς συνεχεῖς τόπους χειμάζειν. οὐδὲν οὖν εἶναι παράδοξον εἰ καὶ κατὰ τὴν Αἰϑιοπίαν τὴν κειμένην ὑπὲρ Αἰγύπτου συνεχεῖς ἐν τοῖς ὄρεσιν ὄμβροι καταράττοντες ἐν τῷ ϑέρει πληροῦσι τὸν ποταμόν, ἄλλως τε καὶ τῆς ἐναργείας αὐτῆς μαρτυρουμένης ὑπὸ τῶν περὶ τοὺς τόπους οἰκούντων βαρβάρων. εἰ δὲ τοῖς παρ᾽ ἡμῖν γινομένοις ἐναντίαν ἔχει τὰ λεγόμενα φύσιν, οὐ διὰ τοῦτ᾽ ἀπιστητέον: καὶ γὰρ τὸν νότον παρ᾽ ἡμῖν μὲν εἶναι χειμέριον, περὶ δὲ τὴν Αἰϑιοπίαν αἴϑριον ὑπάρχειν, καὶ τὰς βορείους πνοὰς περὶ μὲν τὴν Εὐρώπην εὐτόνους εἶναι, κατ᾽ ἐκείνην δὲ τὴν χώραν βληχρὰς καὶ ἀτόνους [καὶ παντελῶς ἀσϑενεῖς]. Καὶ περὶ μὲν τῆς πληρώσεως τοῦ Νείλου, δυνάμενοι ποικιλώτερον ἀντειπεῖν πρὸς ἅπαντας, ἀρ- 2 ὅροις] τόποις D et Theoph. VII 17, 41 8 Ὕδασπιν vulg. 9 ἀρχομένου ϑέρους om. D 16 ἐνεργείας codices, corr. Wess. 24 καὶ παντελῶς ἀσϑενεῖς] ῥώσεως τοῦ νείλου (καὶ περὶ μὲν πλη in margine add.) D; καὶ παντελῶς ἀσϑενεῖς om. CFGM.