Textus Originalis
72 DIODORI SICULI
ὑγρὸν ἀναφέρεσϑαι. διὸ καὶ τὸν Νεῖλον εὐλόγως κατὰ μὲν τὸν χειμῶνα μικρὸν εἶναι καὶ συστέλλεσϑαι, διὰ τὸ τὴν μὲν κατὰ γῆν ϑερμασίαν τὸ πολὺ τῆς ὑγρᾶς οὐσίας ἀναλίσκειν, ὄμβρους δὲ κατὰ τὴν Αἴγυπτον μὴ γίνεσϑαι: κατὰ δὲ τὸ ϑέρος μηκέτι τῆς κατὰ γῆν ἀπαναλώσεως γινομένης ἐν τοῖς κατὰ βάϑος τόποις πληροῦσϑαι τὴν κατὰ φύσιν αὐτοῦ ῥύσιν ἀνεμποδίστως. ῥητέον δὲ καὶ πρὸς τοῦτον ὅτι πολλοὶ ποταμοὶ τῶν κατὰ τὴν Λιβύην ὁμοίως μὲν κείμενοι τοῖς στόμασι, παραπλησίους δὲ τὰς ῥύσεις ποιούμενοι, τὴν ἀνάβασιν οὐκ ἔχουσιν ἀνάλογον τῷ Νείλῳ: τοὐναντίον γὰρ ἐν μὲν τῷ χειμῶνι πληρούμενοι, κατὰ δὲ τὸ ϑέρος λήγοντες ἐλέγχουσι τὸ ψεῦδος τοῦ πειρωμένου τοῖς πιϑανοῖς καταμάχεσϑαι τὴν ἀλήϑειαν. ἔγγιστα δὲ τῇ ἀληϑείᾳ προσελήλυϑεν Ἀγαϑαρχίδης ὁ Κνίδιος. φησὶ γὰρ κατ᾽ ἐνιαυτὸν ἐν τοῖς κατὰ τὴν Αἰϑιοπίαν ὄρεσι γίνεσϑαι συνεχεῖς ὄμβρους ἀπὸ ϑερινῶν τροπῶν μέχρι τῆς μετοπωρινῆς ἰσημερίας: εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ χειμῶνι συστέλλεσϑαι, τὴν κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ μόνων τῶν πηγῶν, κατὰ δὲ τὸ ϑέρος διὰ τοὺς ἐκχεομένους ὄμβρους λαμβάνειν τὴν αὔξησιν. εἰ δὲ τὰς αἰτίας μηδεὶς ἀποδοῦναι δύναται μέχρι τοῦ νῦν τῆς τῶν ὑδάτων γενέσεως, οὐ προσήκειν ἀϑετεῖσϑαι τὴν ἰδίαν ἀπόφασιν: πολλὰ γὰρ τὴν φύσιν ἐναντίως φέρειν, ὧν τὰς αἰτίας οὐκ ἐφικτὸν ἀνϑρώποις ἀκριβῶς ἐξευρεῖν. μαρτυρεῖν δὲ τοῖς ὑφ᾽ ἑαυτοῦ λεγομένοις καὶ 11 ῥεύσεις vulg. 25 προσήκει codices, corr. Rhod.