Textus Originalis
[ΜΕΡΙΣ ΔΕΥΤΕΡΑ ΤΗΣ ΠΡΩΤΗΣ ΒΙΒΛΟΥ]
Τῆς πρώτης τῶν Διοδώρου βίβλων διὰ τὸ μέγεϑος εἰς δύο βίβλους διῃρημένης ἡ πρώτη μὲν περιέχει προοίμιον περὶ ὅλης τῆς πραγματείας καὶ τὰ λεγόμενα παρ᾽ Αἰγυπτίοις περὶ τῆς τοῦ κόσμου γενέσεως καὶ τῆς τῶν ὅλων ἐξ ἀρχῆς συστάσεως, πρὸς δὲ τούτοις περὶ τῶν ϑεῶν, ὅσοι πόλεις ἔκτισαν κατ᾽ Αἴγυπτον ἐπωνύμους ἑαυτῶν ποιήσαντες, περί τε τῶν πρώτων γενομένων ἀνϑρώπων καὶ τοῦ παλαιοτάτου βίου, τῆς τε τῶν ἀϑανάτων τιμῆς καὶ τῆς τῶν ναῶν κατασκευῆς, ἑξῆς δὲ περὶ τῆς τοποϑεσίας τῆς κατ᾽ Αἴγυπτον χώρας καὶ τῶν περὶ τὸν Νεῖλον ποταμὸν παραδοξολογουμένων, τῆς τε τούτου πληρώσεως τὰς αἰτίας καὶ τῶν ἱστορικῶν καὶ φιλοσόφων ἀποφάσεις, ἔτι δὲ τὰς πρὸς ἕκαστον τῶν συγγραφέων ἀντιρρήσεις: ἐν ταύτῃ δὲ τῇ βίβλῳ τὰ συνεχῆ τοῖς προειρημένοις διέξιμεν. ἀρχόμεϑα δὲ ἀπὸ τῶν γενομένων πρώτων κατ᾽ Αἴγυπτον βασιλέων, καὶ τὰς κατὰ μέρος αὐτῶν πράξεις ἐκϑησόμεϑα μέχρι Ἀμάσιδος τοῦ βασιλέως, προεκ- TITVLUM huius partis Meursius quidam praeponit. A. — 1 τῆς πρώτης — διῃρημένης om. C 17 ἀπὸ τῶν πρώτων κατ᾽ Αἴγυπτον γενομένων βασιλέων CE 19 Ἀμάσιος DF.