Textus Originalis

76 DIODORI SICULI

76 DIODORI SICULI

ϑέμενοι κεφαλαιωδῶς τὴν ἀρχαιοτάτην ἀγωγὴν τῶν κατ᾽ Αἴγυπτον. Βίῳ γὰρ τὸ παλαιὸν Αἰγυπτίους φασὶ χρῆσϑαι τὸ μὲν ἀρχαιότατον πόαν ἐσϑίοντας καὶ τῶν ἐν τοῖς ἕλεσι γινομένων τοὺς καυλοὺς καὶ τὰς ῥίζας, πεῖραν διὰ τῆς γεύσεως ἑκάστου λαμβάνοντας, πρώτην δὲ καὶ μάλιστα προσενέγκασϑαι τὴν ὀνομαζομένην ἄγρωστιν διὰ τὸ καὶ τῇ γλυκύτητι διάφορον εἶναι καὶ τὴν τροφὴν ἀρκοῦσαν παρέχεσϑαι τοῖς σώμασι τῶν ἀνϑρώπων: καὶ γὰρ τοῖς κτήνεσι ταύτην ϑεωρεῖσϑαι προσηνῆ καὶ ταχὺ τοὺς ὄγκους αὐτῶν προσανατρέφειν. διὸ καὶ τῆς εὐχρηστίας τῆς περὶ τὴν βοτάνην ταύτην μνημονεύοντας τοὺς ἀνϑρώπους μέχρι τοῦ νῦν, ὅταν πρὸς ϑεοὺς βαδίζωσι, τῇ χειρὶ ταύτης λαμβάνοντας προσεύχεσϑαι: οἴονται γὰρ τὸν ἄνϑρωπον ἕλειον καὶ λιμνῶδες εἶναι ζῷον, ἀπό τε τῆς λειότητος τεκμαιρόμενοι καὶ τῆς φυσικῆς ποιότητος, ἔτι δὲ τοῦ προσδεῖσϑαι τροφῆς τῆς ὑγρᾶς μᾶλλον ἢ τῆς ξηρᾶς. δευτέραν δὲ λέγουσιν ἔχειν διαγωγὴν τοὺς Αἰγυπτίους τὴν τῶν ἰχϑύων βρῶσιν, πολλὴν δαψίλειαν παρεχομένου τοῦ ποταμοῦ, καὶ μάλισϑ᾽ ὅτε μετὰ τὴν ἀνάβασιν ταπεινούμενος ἀναξηραίνοιτο. ὁμοίως δὲ καὶ τῶν βοσκημάτων ἔνια σαρκοφαγεῖν, καὶ ταῖς δοραῖς τῶν κατεσϑιομένων ἐσϑῆσι χρῆσϑαι, καὶ τὰς οἰκήσεις ἐκ τῶν καλάμων κατασκευάζεσϑαι. ἴχνη δὲ τούτων διαμένειν παρὰ τοῖς νομεῦσι τοῖς κατ᾽ Αἴγυπτον, οὓς ἅπαντάς φασι μέχρι τοῦ νῦν μηδεμίαν ἄλλην οἴκησιν ἢ τὴν ἐκ τῶν κα- 1 ἄγρωστον C 8 τῇ om. vulg. 14 ταύτην D 17 πιότητος Reiske 24 ἐσϑήσει D.