Textus Originalis

I 45. 46. 81

I 45. 46. 81

σμῆσϑαι. τεττάρων γὰρ ἱερῶν κατασκευασϑέντων τό τε κάλλος καὶ τὸ μέγεϑος ϑαυμαστὸν εἶναι τὸ παλαιότατον, τρισκαίδεκα μὲν σταδίων τὴν περίμετρον, πέντε δὲ καὶ τετταράκοντα πηχῶν τὸ ὕψος, εἴκοσι δὲ καὶ τεττάρων ποδῶν τὸ πλάτος τῶν τοίχων. ἀκόλουϑον δὲ τῇ μεγαλοπρεπείᾳ ταύτῃ καὶ τὸν ἐν αὐτῷ κόσμον τῶν ἀναϑημάτων γενέσϑαι, τῇ τε δαπάνῃ ϑαυμαστὸν καὶ τῇ χειρουργίᾳ περιττῶς εἰργασμένον. τὰς μὲν οὖν οἰκοδομὰς διαμεμενηκέναι μέχρι τῶν νεωτέρων χρόνων, τὸν δ᾽ ἄργυρον καὶ χρυσὸν καὶ τὴν ἐξ ἐλέφαντος καὶ λιϑείας πολυτέλειαν ὑπὸ Περσῶν σεσυλῆσϑαι καϑ᾽ οὓς καιροὺς ἐνέπρησε τὰ κατ᾽ Αἴγυπτον ἱερὰ Καμβύσης: ὅτε δή φασι τοὺς Πέρσας μετενεγκόντας τὴν εὐπορίαν ταύτην εἰς τὴν Ἀσίαν καὶ τεχνίτας ἐξ Αἰγύπτου παραλαβόντας κατασκευάσαι τὰ περιβόητα βασίλεια τά τε ἐν Περσεπόλει καὶ τὰ ἐν Σούσοις καὶ τὰ ἐν Μηδίᾳ. τοσοῦτο δὲ πλῆϑος χρημάτων ἀποφαίνουσι γεγονέναι τότε κατ᾽ Αἴγυπτον ὥστε τῶν κατὰ τὴν σύλησιν ἀπολειμμάτων κατακαυϑέντων τὰ συναχϑέντα κατὰ μικρὸν εὑρεϑῆναι χρυσίου μὲν πλείω τῶν τριακοσίων ταλάντων, ἀργυρίου δ᾽ οὐκ ἐλάττω τῶν δισχιλίων καὶ τριακοσίων ταλάντων. εἶναι δέ φασι καὶ τάφους ἐνταῦϑα τῶν ἀρχαίων βασιλέων ϑαυμαστοὺς καὶ τῶν μεταγενεστέρων τοῖς εἰς τὰ παραπλήσια φιλοτιμουμένοις ὑπερβολὴν οὐκ ἀπολείποντας. οἱ μὲν οὖν ἱερεῖς ἐκ τῶν ἀναγραφῶν ἔφασαν εὑρίσκειν ἑπτὰ πρὸς τοῖς τετταράκοντα τά- 2 ϑαυμαστὸν D, ϑαυμαστῶν ὂν F, ϑαυμαστῶν ἕν C 20 ἀπολειμμάτων] τῶν add. D 22 ἀργύρου vulg. Diodorus I. 6