Textus Originalis

80 DIODORI SICULI

80 DIODORI SICULI

τῶν οἰκίας, ἃς μὲν τετρωρόφους, ἃς δὲ πεντωρόφους κατασκευάσαι, καὶ καϑόλου τὴν πόλιν εὐδαιμονεστάτην οὐ μόνον τῶν κατ᾽ Αἴγυπτον, ἀλλὰ καὶ τῶν ἄλλων πασῶν ποιῆσαι. διὰ δὲ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὴν εὐπορίας τε καὶ δυνάμεως εἰς πάντα τόπον τῆς φήμης διαδεδομένης ἐπιμεμνῆσϑαι καὶ τὸν ποιητὴν αὐτῆς φασιν ἐν οἷς λέγει οὐδ᾽ ὅσα Θήβας Αἰγυπτίας, ὅϑι πλεῖστα δόμοις ἔνι κτήματα κεῖται, αἵϑ᾽ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ᾽ ἀν᾽ ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν. ἔνιοι δέ φασιν οὐ πύλας ἑκατὸν ἐσχηκέναι τὴν πόλιν, ἀλλὰ πολλὰ καὶ μεγάλα προπύλαια τῶν ἱερῶν, ἀφ᾽ ὧν ἑκατόμπυλον ὠνομάσϑαι, καϑαπερεὶ πολύπυλον. δισμύρια δ᾽ ἅρματα πρὸς ἀλήϑειαν ἐξ αὐτῆς εἰς τοὺς πολέμους ἐκπορεύεσϑαι: τοὺς γὰρ ἱππῶνας ἑκατὸν γεγονέναι κατὰ τὴν παραποταμίαν τὴν ἀπὸ Μέμφεως ἄχρι Θηβῶν τῶν κατὰ τὴν Λιβύην, ἑκάστου δεχομένου ἀνὰ διακοσίους ἵππους, ὧν ἔτι νῦν τὰ ϑεμέλια δείκνυσϑαι. Οὐ μόνον δὲ τοῦτον τὸν βασιλέα παρειλήφαμεν, ἀλλὰ καὶ τῶν ὕστερον ἀρξάντων πολλοὺς εἰς τὴν αὔξησιν τῆς πόλεως πεφιλοτιμῆσϑαι. ἀναϑήμασί τε γὰρ πολλοῖς καὶ μεγάλοις ἀργυροῖς καὶ χρυσοῖς, ἔτι δ᾽ ἐλεφαντίνοις, καὶ κολοττικῶν ἀνδριάντων πλήϑει, πρὸς δὲ τούτοις κατασκευαῖς μονολίϑων ὀβελίσκων μηδεμίαν τῶν ὑπὸ τὸν ἥλιον οὕτω κεκο- 9 ἔνι] ἐν D 16 ἐκπορεύεσϑαι] ἐξιέναι CF 18 τῶν κατὰ τὴν [τὴν om. vulg.] Λιβύην additamentum mirum; v. 12—20 spurios esse coni. Eichstädt — 28 ἐλεφαντίνων D.