Textus Originalis
I 47. 48. 83
τας λίϑου μέλανος τοῦ Συηνίτου, καὶ τούτων ἕνα μὲν καϑήμενον ὑπάρχειν μέγιστον πάντων τῶν κατ᾽ Αἴγυπτον, οὗ τὸν πόδα μετρούμενον ὑπερβάλλειν τοὺς ἑπτὰ πήχεις, ἑτέρους δὲ δύο πρὸς τοῖς γόνασι, τὸν μὲν ἐκ δεξιῶν, τὸν δὲ ἐξ εὐωνύμων, ϑυγατρὸς καὶ μητρός, τῷ μεγέϑει λειπομένους τοῦ προειρημένου. τὸ δ᾽ ἔργον τοῦτο μὴ μόνον εἶναι κατὰ τὸ μέγεϑος ἀποδοχῆς ἄξιον, ἀλλὰ καὶ τῇ τέχνῃ ϑαυμαστὸν καὶ τῇ τοῦ λίϑου φύσει διαφέρον, ὡς ἂν ἐν τηλικούτῳ μεγέϑει μήτε διαφυάδος μήτε κηλῖδος μηδεμιᾶς ϑεωρουμένης. ἐπιγεγράφϑαι δ᾽ ἐπ᾽ αὐτοῦ ,Βασιλεὺς βασιλέων Ὀσυμανδύας εἰμί: εἰ δέ τις εἰδέναι βούλεται πηλίκος εἰμὶ καὶ ποῦ κεῖμαι, νικάτω τι τῶν ἐμῶν ἔργων.᾽ εἶναι δὲ καὶ ἄλλην εἰκόνα τῆς μητρὸς αὐτοῦ καϑ᾽ αὑτὴν πηχῶν εἴκοσι μονόλιϑον, ἔχουσαν δὲ τρεῖς βασιλείας ἐπὶ τῆς κεφαλῆς, ἃς διασημαίνειν ὅτι καὶ ϑυγάτηρ καὶ γυνὴ καὶ μήτηρ βασιλέως ὑπῆρξε. μετὰ δὲ τὸν πυλῶνα περίστυλον εἶναι τοῦ προτέρου ἀξιολογώτερον, ἐν ᾧ γλυφὰς ὑπάρχειν παντοίας δηλούσας τὸν πόλεμον τὸν γενόμενον αὐτῷ πρὸς τοὺς ἐν τοῖς Βάκτροις ἀποστάντας: ἐφ᾽ οὓς ἐστρατεῦσϑαι πεζῶν μὲν τετταράκοντα μυριάσιν, ἱππεῦσι δὲ δισμυρίοις, εἰς τέτταρα μέρη διῃρημένης τῆς πάσης στρατιᾶς, ὧν ἁπάντων υἱοὺς τοῦ βασιλέως ἐσχηκέναι τὴν ἡγεμονίαν. καὶ κατὰ μὲν τὸν πρῶτον τῶν τοίχων τὸν βασιλέα κατεσκευάσϑαι πολιορκοῦντα τεῖχος ὑπὸ ποταμοῦ περίρρυτον καὶ προκινδυνεύοντα πρός τινας ἀντιτεταγμένους 1 μέλανος Hertlein, Μέμνονος libri 12 ὁσυμανδίας D 15 εἴκοσι πηχῶν vulg. 21 βακτρίοις D 24 ἁπάσης CF. 6*