Textus Originalis

84 DIODORI SICULI

84 DIODORI SICULI

μετὰ λέοντος, συναγωνιζομένου τοῦ ϑηρίου καταπληκτικῶς: ὑπὲρ οὗ τῶν ἐξηγουμένων οἱ μὲν ἔφασαν πρὸς ἀλήϑειαν χειροήϑη λέοντα τρεφόμενον ὑπὸ τοῦ βασιλέως συγκινδυνεύειν αὐτῷ κατὰ τὰς μάχας καὶ τροπὴν ποιεῖν τῶν ἐναντίων διὰ τὴν ἀλκήν, τινὲς δ᾽ ἱστόρουν ὅτι καϑ᾽ ὑπερβολὴν ἀνδρεῖος ὢν καὶ φορτικῶς ἑαυτὸν ἐγκωμιάζειν βουλόμενος, διὰ τῆς τοῦ λέοντος εἰκόνος τὴν διάϑεσιν ἑαυτοῦ τῆς ψυχῆς ἐσήμαινεν. ἐν δὲ τῷ δευτέρῳ τοίχῳ τοὺς αἰχμαλώτους ὑπὸ τοῦ βασιλέως ἀγομένους εἰργάσϑαι τά τε αἰδοῖα καὶ τὰς χεῖρας οὐκ ἔχοντας, δι᾿ ὧν δοκεῖν δηλοῦσϑαι διότι ταῖς ψυχαῖς ἄνανδροι καὶ κατὰ τὰς ἐν τοῖς δεινοῖς ἐνεργείας ἄχειρες ἦσαν. τὸν δὲ τρίτον ἔχειν γλυφὰς παντοίας καὶ διαπρεπεῖς γραφάς, δι᾿ ὧν δηλοῦσϑαι βουϑυσίας τοῦ βασιλέως καὶ ϑρίαμβον ἀπὸ τοῦ πολέμου καταγόμενον. κατὰ δὲ μέσον τὸν περίστυλον ὑπαίϑριον βωμὸν ᾠκοδομῆσϑαι τοῦ καλλίστου λίϑου τῇ τε χειρουργίᾳ διάφορον καὶ τῷ μεγέϑει ϑαυμαστόν. κατὰ δὲ τὸν τελευταῖον τοῖχον ὑπάρχειν ἀνδριάντας καϑημένους δύο μονολίϑους ἑπτὰ καὶ εἴκοσι πηχῶν, παρ᾽ οὓς εἰσόδους τρεῖς ἐκ τοῦ περιστύλου κατεσκευάσϑαι, καϑ᾽ ἃς οἶκον ὑπάρχειν ὑπόστυλον, ὠδείου τρόπον κατεσκευασμένον, ἑκάστην πλευρὰν ἔχοντα δίπλεϑρον. ἐν τούτῳ δ᾽ εἶναι πλῆϑος ἀνδριάντων ξυλίνων, διασημαῖνον τοὺς [τὰς] ἀμφισβητήσεις ἔχοντας καὶ προσβλέποντας τοῖς τὰς δίκας κρίνουσι. τούτους δ᾽ ἐφ᾽ ἑνὸς τῶν τοίχων ἐγγεγλύ- 1 τοῦ om. D 7 φορτικῶς vulg. 10 τοῦ om. D 12 δοκεῖ D 18 οἰκοδομῆσαι D 26 τὰς om. D.