Textus Originalis

86 DIODORI SICULI

86 DIODORI SICULI

δοκεῖν καὶ τὸ σῶμα τοῦ βασιλέως ἐντεϑάφϑαι. κύκλῳ δὲ τούτου πλῆϑος οἰκημάτων κατεσκευάσϑαι γραφὴν ἐχόντων ἐκπρεπῆ πάντων τῶν καϑιερωμένων ἐν Αἰγύπτῳ ζῴων: ἀνάβασίν τε δι᾽ αὐτῶν εἶναι πρὸς ὅλον τὸν τάφον: ἣν διελϑοῦσιν ὑπάρχειν ἐπὶ τοῦ μνήματος κύκλον χρυσοῦν τριακοσίων καὶ ἑξήκοντα καὶ πέντε πηχῶν τὴν περίμετρον, τὸ δὲ πάχος πηχυαῖον: ἐπιγεγράφϑαι δὲ καὶ διῃρῆσϑαι καϑ᾽ ἕκαστον πῆχυν τὰς ἡμέρας τοῦ ἐνιαυτοῦ, παραγεγραμμένων τῶν κατὰ φύσιν γινομένων τοῖς ἄστροις ἀνατολῶν τε καὶ δύσεων καὶ τῶν διὰ ταύτας ἐπιτελουμένων ἐπισημασιῶν κατὰ τοὺς Αἰγυπτίους ἀστρολόγους. τοῦτον δὲ τὸν κύκλον ὑπὸ Καμβύσου καὶ Περσῶν ἔφασαν σεσυλῆσϑαι καϑ᾽ οὓς χρόνους ἐκράτησεν Αἰγύπτου. Τὸν μὲν οὖν Ὀσυμανδύου τοῦ βασιλέως τάφον τοιοῦτον γενέσϑαι φασίν, ὃς οὐ μόνον δοκεῖ τῇ κατὰ τὴν δαπάνην χορηγίᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν, ἀλλὰ καὶ τῇ τῶν τεχνιτῶν ἐπινοίᾳ. οἱ δὲ Θηβαῖοί φασιν ἑαυτοὺς ἀρχαιοτάτους εἶναι πάντων ἀνϑρώπων, καὶ παρ᾽ ἑαυτοῖς πρώτοις φιλοσοφίαν τε εὑρῆσϑαι καὶ τὴν ἐπ᾽ ἀκριβὲς ἀστρολογίαν, ἅμα καὶ τῆς χώρας αὐτοῖς συνεργούσης πρὸς τὸ τηλαυγέστερον ὁρᾶν τὰς ἐπιτολάς τε καὶ δύσεις τῶν ἄστρων. ἰδίως δὲ καὶ τὰ περὶ τοὺς μῆνας αὐτοῖς καὶ τοὺς ἐνιαυτοὺς διατετάχϑαι. τὰς γὰρ ἡμέρας οὐκ ἄγουσι κατὰ σελήνην, ἀλλὰ κατὰ τὸν ἥλιον, τριακονϑημέ- 3 εὐπρεπῆ CF 4 δι᾽] ἀπ᾽ CF 5 ὅλον] ἄκρον Hertlein 16 Ὀσυμανδέου F, ὀσυμάνδυως D 24 ὁρᾶν] αὐτοὺς ὁρᾶν D 26 διατέτακται Camusatus.