Textus Originalis
I 48. 49. 85
φϑαι τριάκοντα τὸν ἀριϑμόν, καὶ κατὰ τὸ μέσον τὸν ἀρχιδικαστήν, ἔχοντα τὴν ἀλήϑειαν ἐξηρτημένην ἐκ τοῦ τραχήλου καὶ τοὺς ὀφϑαλμοὺς ἐπιμύοντα, καὶ βιβλίων αὐτῷ παρακείμενον πλῆϑος: ταύτας δὲ τὰς εἰκόνας ἐνδείκνυσϑαι διὰ τοῦ σχήματος ὅτι τοὺς μὲν δικαστὰς οὐδὲν δεῖ λαμβάνειν, τὸν ἀρχιδικαστὴν δὲ πρὸς μόνην βλέπειν τὴν ἀλήϑειαν. ἑξῆς δ᾽ ὑπάρχειν περίπατον οἴκων παντοδαπῶν πλήρη, καϑ᾽ οὓς παντοῖα γένη βρωτῶν κατεσκευάσϑαι τῶν πρὸς ἀπόλαυσιν ἡδίστων. καϑ᾽ ὃν δὴ γλυφαῖς ἐντυχεῖν εἶναι καὶ χρώμασιν ἐπηνϑισμένον τὸν βασιλέα, φέροντα τῷ ϑεῷ χρυσὸν καὶ ἄργυρον, ὃν ἐξ ἁπάσης ἐλάμβανε τῆς Αἰγύπτου κατ᾽ ἐνιαυτὸν ἐκ τῶν ἀργυρείων καὶ χρυσείων μετάλλων: ὑπογεγράφϑαι δὲ καὶ τὸ πλῆϑος, ὃ συγκεφαλαιούμενον εἰς ἀργυρίου λόγον εἶναι μνῶν τρισχιλίας καὶ διακοσίας μυριάδας. ἑξῆς δ᾽ ὑπάρχειν τὴν ἱερὰν βιβλιοϑήκην, ἐφ᾽ ἧς ἐπιγεγράφϑαι Ψυχῆς ἰατρεῖον, συνεχεῖς δὲ ταύτῃ τῶν κατ᾽ Αἴγυπτον ϑεῶν ἁπάντων εἰκόνας, τοῦ βασιλέως ὁμοίως δωροφοροῦντος ἃ προσῆκον ἦν ἑκάστοις, καϑάπερ ἐνδεικνυμένου πρός τε τὸν Ὄσιριν καὶ τοὺς κάτω παρέδρους ὅτι τὸν βίον ἐξετέλεσεν εὐσεβῶν καὶ δικαιοπραγῶν πρός τε ἀνϑρώπους καὶ ϑεούς. ὁμότοιχον δὲ τῇ βιβλιοϑήκῃ κατεσκευάσϑαι περιττῶς οἶκον εἰκοσίκλινον, ἔχοντα τοῦ τε Διὸς καὶ τῆς Ἥρας, ἔτι δὲ τοῦ βασιλέως εἰκόνας, ἐν ᾧ 1 ἀριϑμόν] ἄχειρας supplet Hertlein (ex Plut. de Iside 10) τὸ om. C 3 ἐπιμύουσαν codices, corr. Hertlein 10 ἐντυχαῖς F, εὐτύκοις D, ἐμψύχοις Eichstädt, ἔκτυπον malim; γλυφὰς ἐν τοίχῳ ἰδεῖν εἶναι Reiske.