Textus Originalis
I 51. 52. 53. 91
ὕψος, ἐφ᾽ ὧν ἐπέστησεν εἰκόνας λιϑίνας καϑημένας ἐπὶ ϑρόνου, νομίζων διὰ τούτων τῶν ἔργων ἀϑάνατον ἑαυτοῦ καταλείψειν τὴν ἐπ᾽ ἀγαϑῷ μνήμην. τὴν δ᾽ ἐκ τῆς λίμνης ἀπὸ τῶν ἰχϑύων γινομένην πρόσοδον ἔδωκε τῇ γυναικὶ πρὸς μύρα καὶ τὸν ἄλλον καλλωπισμόν, φερούσης τῆς ϑήρας ἀργυρίου τάλαντον ἑκάστης ἡμέρας: εἴκοσι γὰρ καὶ δύο γένη τῶν κατ᾽ αὐτήν φασιν ἰχϑύων εἶναι, καὶ τοσοῦτον αὐτῶν ἁλίσκεσϑαι πλῆϑος ὥστε τοὺς προσκαρτεροῦντας ταῖς ταριχείαις ὄντας παμπληϑεῖς δυσχερῶς περιγένεσϑαι τῶν ἔργων. περὶ μὲν οὖν Μοίριδος τοσαῦϑ᾽ ἱστοροῦσιν Αἰγύπτιοι. Σεσόωσιν δέ φασιν ὕστερον ἑπτὰ γενεαῖς βασιλέα γενόμενον ἐπιφανεστάτας καὶ μεγίστας τῶν πρὸ αὐτοῦ πράξεις ἐπιτελέσασϑαι. ἐπεὶ δὲ περὶ τούτου τοῦ βασιλέως οὐ μόνον οἱ συγγραφεῖς οἱ παρὰ τοῖς Ἕλλησι διαπεφωνήκασι πρὸς ἀλλήλους, ἀλλὰ καὶ τῶν κατ᾽ Αἴγυπτον οἵ τε ἱερεῖς καὶ οἱ διὰ τῆς ᾠδῆς αὐτὸν ἐγκωμιάζοντες οὐχ ὁμολογούμενα λέγουσιν, ἡμεῖς πειρασόμεϑα τὰ πιϑανώτατα καὶ τοῖς ὑπάρχουσιν ἔτι κατὰ τὴν χώραν σημείοις τὰ μάλιστα συμφωνοῦντα διελϑεῖν. γεννηϑέντος γὰρ τοῦ Σεσοώσιος ἐποίησεν ὁ πατὴρ αὐτοῦ μεγαλοπρεπές τι καὶ βασιλικόν: τοὺς γὰρ κατὰ τὴν αὐτὴν ἡμέραν γεννηϑέντας παῖδας ἐξ ὅλης τῆς Αἰγύπτου συναγαγὼν καὶ τροφοὺς καὶ τοὺς ἐπιμελησομένους ἐπιστήσας, τὴν αὐτὴν ἀγωγὴν καὶ παιδείαν ὥρισε τοῖς 8 τὴν om. CD 11 Μύριδος D 13 Σέσωστριν C 22 Σεσοώσιος] προειρημένου CF 23 ἐποίησεν omittunt et post βασιλικὸν inserunt ἔπραξε II 27 καὶ] καὶ τὴν CD.