Textus Originalis
92 DIODORI SICULI
πᾶσιν, ὑπολαμβάνων τοὺς μάλιστα συντραφέντας καὶ τῆς αὐτῆς παρρησίας κεκοινωνηκότας εὐνουστάτους καὶ συναγωνιστὰς ἐν τοῖς πολέμοις ἀρίστους ἔσεσϑαι. πάντα δὲ δαψιλῶς χορηγήσας διεπόνησε τοὺς παῖδας ἐν γυμνασίοις συνεχέσι καὶ πόνοις: οὐδενὶ γὰρ αὐτῶν ἐξῆν προσενέγκασϑαι τροφήν, εἰ μὴ πρότερον δράμοι σταδίους ἑκατὸν καὶ ὀγδοήκοντα. διὸ καὶ πάντες ἀνδρωϑέντες ὑπῆρξαν ἀϑληταὶ μὲν τοῖς σώμασιν εὔρωστοι, ἡγεμονικοὶ δὲ καὶ καρτερικοὶ ταῖς ψυχαῖς διὰ τὴν τῶν ἀρίστων ἐπιτηδευμάτων ἀγωγήν. τὸ μὲν οὖν πρῶτον ὁ Σεσόωσις ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς μετὰ δυνάμεως εἰς τὴν Ἀραβίαν, συστρατευομένων καὶ τῶν συντρόφων, περί τε τὰς ϑήρας διεπονήϑη καὶ ταῖς ἀνυδρίαις καὶ σπανοσιτίαις ἐγκαρτερήσας κατεστρέψατο τὸ ἔϑνος ἅπαν τὸ τῶν Ἀράβων, ἀδούλωτον τὸν πρὸ τοῦ χρόνον γεγονός: ἔπειτα εἰς τοὺς πρὸς τὴν ἑσπέραν τόπους ἀποσταλεὶς τὴν πλείστην τῆς Λιβύης ὑπήκοον ἐποιήσατο, παντελῶς νέος ὢν τὴν ἡλικίαν. τοῦ δὲ πατρὸς τελευτήσαντος διαδεξάμενος τὴν βασιλείαν καὶ ταῖς προκατεργασϑείσαις πράξεσι μετεωρισϑείς, ἐπεβάλετο τὴν οἰκουμένην κατακτήσασϑαι. ἔνιοι δὲ λέγουσιν αὐτὸν ὑπὸ τῆς ἰδίας ϑυγατρὸς Ἀϑύρτιος παρακληϑῆναι πρὸς τὴν τῶν ὅλων δυναστείαν, ἣν οἱ μὲν συνέσει πολὺ τῶν ἄλλων διαφέρουσάν φασι διδάξαι τὸν πατέρα ῥᾳδίως [ἂν] ἐσομένην τὴν στρατείαν, οἱ δὲ μαντικῇ χρωμένην καὶ τὸ μέλλον ἔσεσϑαι 2 κοινωνήσαντας C 5 πόνοις] κακοπαϑείαις CF 10 ἀρίστων] ἀγαϑῶν CF 14 τε om. C 16 Ἀράβων Wesseling, βαρβάρων codices 17 τὴν om. CF 18 ἀποσταλεὶς] ἐκπεμφϑείς C — 24 ἣν om. D 26 ἂν del. Dind.