Textus Originalis

94 DIODORI SICULI

94 DIODORI SICULI

τῶν βασιλικῶν καὶ διοικήσοντας ἅπαντα τὰ κατὰ τὰς ἰδίας μερίδας. ἐπελέξατο δὲ καὶ [τούτων] τῶν ἀνδρῶν τοὺς ταῖς ῥώμαις διαφέροντας καὶ συνεστήσατο στρατόπεδον ἄξιον τοῦ μεγέϑους τῆς ἐπιβολῆς: κατέγραψε γὰρ πεζῶν μὲν ἑξήκοντα μυριάδας, ἱππεῖς δὲ δισμυρίους καὶ τετρακισχιλίους, ζεύγη δὲ πολεμιστήρια δισμύρια καὶ ἑπτακισχίλια. ἐπὶ δὲ τὰς κατὰ μέρος ἡγεμονίας τῶν στρατιωτῶν ἔταξε τοὺς συντρόφους, ἐνηϑληκότας μὲν ἤδη τοῖς πολέμοις, ἀρετὴν δ᾽ ἐζηλωκότας ἐκ παίδων, εὔνοιαν δὲ ἀδελφικὴν ἔχοντας πρός τε τὸν βασιλέα καὶ πρὸς ἀλλήλους, ὄντας τὸν ἀριϑμὸν πλείους τῶν χιλίων καὶ ἑπτακοσίων. πᾶσι δὲ τοῖς προειρημένοις κατεκληρούχησε τὴν ἀρίστην τῆς χώρας, ὅπως ἔχοντες ἱκανὰς προσόδους καὶ μηδενὸς ἐνδεεῖς ὄντες ἀσκῶσι τὰ περὶ τοὺς πολέμους. κατασκευάσας δὲ τὴν δύναμιν ἐστράτευσεν ἐπὶ πρώτους Αἰϑίοπας τοὺς πρὸς τῇ μεσημβρίᾳ κατοικοῦντας, καὶ καταπολεμήσας ἠνάγκασε τὸ ἔϑνος φόρους τελεῖν ἔβενον καὶ χρυσὸν καὶ τῶν ἐλεφάντων τοὺς ὀδόντας. ἔπειτ᾽ εἰς μὲν τὴν Ἐρυϑρὰν ϑάλατταν ἀπέστειλε στόλον νεῶν τετρακοσίων, πρῶτος τῶν ἐγχωρίων μακρὰ σκάφη ναυπηγησάμενος, καὶ τάς τε νήσους τὰς ἐν τοῖς τόποις κατεκτήσατο καὶ τῆς ἠπείρου τὰ παρὰ ϑάλατταν μέρη κατεστρέψατο μέχρι τῆς Ἰνδικῆς: αὐτὸς δὲ μετὰ τῆς δυνάμεως πεζῇ τὴν πορείαν ποιησάμε- 1 τῶν αὐτῶν Eich. 2 τούτων incl Bekker 4 ἄξιον] τε τὸ add. D 8 ἔταξε τῶν στρατιωτῶν vulg. 9 πολέμοις G, πολεμίοις ceteri 14 ἀρίστην τῆς χώρας] καλλίστην χώραν CF 18 τὴν μεσημβρίαν F 20 πορίαν διασυρίας ποιησάμενος D.