Textus Originalis

I 54. 55. 95

I 54. 55. 95

νος κατεστρέψατο πᾶσαν τὴν Ἀσίαν. οὐ μόνον γὰρ τὴν ὕστερον ὑπ᾽ Ἀλεξάνδρου τοῦ Μακεδόνος κατακτηϑεῖσαν χώραν ἐπῆλϑεν, ἀλλὰ καί τινα τῶν ἐϑνῶν ὧν ἐκεῖνος οὐ παρέβαλεν εἰς τὴν χώραν. καὶ γὰρ τὸν Γάγγην ποταμὸν διέβη καὶ τὴν Ἰνδικὴν ἐπῆλϑε πᾶσαν ἕως ὠκεανοῦ καὶ τὰ τῶν Σκυϑῶν ἔϑνη μέχρι Τανάιδος ποταμοῦ τοῦ διορίζοντος τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας: ὅτε δή φασι τῶν Αἰγυπτίων τινὰς καταλειφϑέντας περὶ τὴν Μαιῶτιν λίμνην συστήσασϑαι τὸ τῶν Κόλχων ἔϑνος. ὅτι δὲ τοῦτο τὸ γένος Αἰγυπτιακόν ἐστι σημεῖον εἶναι τὸ περιτέμνεσϑαι τοὺς ἀνϑρώπους παραπλησίως τοῖς κατ᾽ Αἴγυπτον, διαμένοντος τοῦ νομίμου παρὰ τοῖς ἀποίκοις, καϑάπερ καὶ παρὰ τοῖς Ἰουδαίοις. ὁμοίως δὲ καὶ τὴν λοιπὴν Ἀσίαν ἅπασαν ὑπήκοον ἐποιήσατο καὶ τῶν Κυκλάδων νήσων τὰς πλείους. διαβὰς δ᾽ εἰς τὴν Εὐρώπην καὶ διεξιὼν ἅπασαν τὴν Θρᾴκην ἐκινδύνευσεν ἀποβαλεῖν τὴν δύναμιν διὰ σπάνιν τροφῆς καὶ τόπων δυσχωρίας. διόπερ ὅρια τῆς στρατείας ποιησάμενος ἐν τῇ Θρᾴκῃ, στήλας κατεσκεύασεν ἐν πολλοῖς τόποις τῶν ὑπ᾽ αὐτοῦ κατακτηϑέντων: αὗται δὲ τὴν ἐπιγραφὴν εἶχον Αἰγυπτίοις γράμμασι τοῖς ἱεροῖς λεγομένοις: ,Τήνδε τὴν χώραν ὅπλοις κατεστρέψατο τοῖς ἑαυτοῦ βασιλεὺς βασιλέων καὶ δεσπότης δεσποτῶν Σεσόωσις.᾽ τὴν δὲ στήλην κατεσκεύασεν ἔχουσαν αἰδοῖον ἐν μὲν τοῖς μαχίμοις ἔϑνεσιν ἀνδρός, ἐν δὲ τοῖς ἀγεννέσι καὶ δειλοῖς γυναικός, ἀπὸ τοῦ κυριωτέρου μέρους 1 τὴν om. D 6 σκυϑικῶν D 14 ὁμοίως ὡς C, ὡς F καϑάπερ ... Ἰουδαίοις suspectum (c. 28, 2) 28 τὴν om. D 29 κυριω-