Textus Originalis
I 55. 56. 97
λειαν μετὰ ῥαστώνης. πρῶτον μὲν γὰρ ἀπὸ ϑεῶν ἀρξάμενος ᾠκοδόμησεν ἐν πάσαις ταῖς κατ᾽ Αἴγυπτον πόλεσιν ἱερὸν ϑεοῦ τοῦ μάλιστα παρ᾽ ἑκάστοις τιμωμένου. πρὸς δὲ τὰς ἐργασίας τῶν μὲν Αἰγυπτίων οὐδένα παρέλαβε, δι᾽ αὐτῶν δὲ τῶν αἰχμαλώτων ἅπαντα κατεσκεύασε: διόπερ ἐπὶ πᾶσι τοῖς ἱεροῖς ἐπέγραψεν ὡς οὐδεὶς ἐγχώριος εἰς αὐτὰ μεμόχϑηκε. λέγεται δὲ τῶν αἰχμαλώτων τοὺς ἐκ τῆς Βαβυλωνίας ἁλόντας ἀποστῆναι τοῦ βασιλέως, μὴ δυναμένους φέρειν τὰς ἐν τοῖς ἔργοις ταλαιπωρίας: οὓς καταλαβομένους παρὰ τὸν ποταμὸν χωρίον καρτερὸν διαπολεμεῖν τοῖς Αἰγυπτίοις καὶ τὴν σύνεγγυς χώραν καταφϑείρειν, τέλος δὲ δοϑείσης ἀδείας αὐτοῖς κατοικῆσαι τὸν τόπον, ὃν καὶ ἀπὸ τῆς πατρίδος Βαβυλῶνα προσαγορεῦσαι. δι᾽ αἰτίας δὲ παραπλησίους φασὶν ὠνομάσϑαι καὶ τὴν Τροίαν τὴν ἔτι [καὶ] νῦν οὖσαν παρὰ τὸν Νεῖλον: τὸν μὲν γὰρ Μενέλαον ἐξ Ἰλίου πλέοντα μετὰ πολλῶν αἰχμαλώτων παραβαλεῖν εἰς Αἴγυπτον, τοὺς δὲ Τρῶας ἀποστάντας αὐτοῦ καταλαβέσϑαι τινὰ τόπον καὶ διαπολεμῆσαι μέχρι ὅτου συγχωρηϑείσης αὐτοῖς τῆς ἀσφαλείας ἔκτισαν πόλιν, ἣν ὁμώνυμον αὐτοὺς ποιῆσαι τῇ πατρίδι. οὐκ ἀγνοῶ δ᾽ ὅτι περὶ τῶν εἰρημένων πόλεων Κτησίας ὁ Κνίδιος διαφόρως ἱστόρησε, φήσας τῶν μετὰ Σεμιράμιδος παραβαλόντων εἰς Αἴγυπτόν τινὰς ἐκτικέναι ταύτας, ἀπὸ τῶν ἰδίων πατρίδων ϑεμένους τὴν προσηγορίαν. περὶ δὲ τούτων τὸ μὲν ἀληϑὲς ἐκϑέσϑαι μετὰ ἀκριβείας 14 τὸν om. D 17 καὶ om. D 20 καταλαβέσϑαι G', ἀπολαβέσϑαι CG', καταλαβεῖν DF. Diodorus I. 7