Textus Originalis

96 DIODORI SICULI

96 DIODORI SICULI

τὴν διάϑεσιν τῆς ἑκάστων ψυχῆς φανερωτάτην τοῖς ἐπιγινομένοις ἔσεσϑαι νομίζων. ἐν ἐνίοις δὲ τόποις καὶ τὴν ἑαυτοῦ κατεσκεύασεν εἰκόνα λιϑίνην, τόξα καὶ λόγχην ἔχουσαν, τῷ μεγέϑει τέτταρσι παλαισταῖς μείζονα τῶν τεττάρων πηχῶν, ἡλίκος ὢν καὶ αὐτὸς ἐτύγχανεν. ἐπιεικῶς δὲ προσενεχϑεὶς ἅπασι τοῖς ὑποτεταγμένοις καὶ συντελέσας τὴν στρατείαν ἐν ἔτεσιν ἐννέα, τοῖς μὲν ἔϑνεσι κατὰ δύναμιν προσέταξε δωροφορεῖν κατ᾽ ἐνιαυτὸν εἰς Αἴγυπτον, αὐτὸς δ᾽ ἀϑροίσας αἰχμαλώτων τε καὶ τῶν ἄλλων λαφύρων πλῆϑος ἀνυπέρβλητον ἐπανῆλϑεν εἰς τὴν πατρίδα, μεγίστας πράξεις τῶν πρὸ αὐτοῦ κατειργασμένος. καὶ τὰ μὲν ἱερὰ πάντα τὰ κατ᾽ Αἴγυπτον ἀναϑήμασιν ἀξιολόγοις καὶ σκύλοις ἐκόσμησε, τῶν δὲ στρατιωτῶν τοὺς ἀνδραγαϑήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν ἐτίμησε. καϑόλου δὲ ἀπὸ ταύτης τῆς στρατείας οὐ μόνον ἡ συνανδραγαϑήσασα δύναμις μεγάλην εὐπορίαν κτησαμένη τὴν ἐπάνοδον ἐποιήσατο λαμπράν, ἀλλὰ καὶ τὴν Αἴγυπτον ἅπασαν συνέβη παντοίας ὠφελείας ἐμπλησϑῆναι. Ὁ δὲ Σεσόωσις ἀποστήσας τὰ πλήϑη ἀπὸ τῶν πολεμικῶν ἔργων τοῖς μὲν συνανδραγαϑήσασι συνεχώρησε τὴν ῥαστώνην καὶ τὴν ἀπόλαυσιν τῶν κατακτηϑέντων ἀγαϑῶν, αὐτὸς δὲ φιλόδοξος ὢν καὶ τῆς εἰς τὸν αἰῶνα μνήμης ὀρεγόμενος κατεσκεύασεν ἔργα μεγάλα καὶ ϑαυμαστὰ ταῖς ἐπινοίαις καὶ ταῖς χορηγίαις, ἑαυτῷ μὲν ἀϑάνατον περιποιοῦντα δόξαν, τοῖς δ᾽ Αἰγυπτίοις τὴν εἰς ἅπαντα τὸν χρόνον ἀσφά- τάτου II. ἑκάστου C 19 ἅπασαν] ὅλην C — 21 ἀπὸ om. CF 26 ἔργα] ἔργα τε vulg.