Textus Originalis

VI 1. 2. 123

γεγονέναι, ἐπιεικῆ τινα ἄνδρα καὶ εὐεργετικὸν καὶ τῆς τῶν ἄστρων κινήσεως ἐπιστήμονα, ὃν καὶ πρῶτον θυσίαις τιμῆσαι τοὺς οὐρανίους θεούς· διὸ καὶ Οὐρανὸν προσαγορευθῆναι. υἱοὺς δὲ αὐτῷ γε- 9 5 νέσθαι ἀπὸ γυναικὸς Ἑστίας Τιτᾶνα καὶ Κρόνον, θυγατέρας δὲ ῾Ρέαν καὶ Δήμητρα. Κρόνον δὲ βα- σιλεῦσαι μετὰ Οὐρανόν, καὶ γήμαντα ῾Ρέαν γεννῆ- σαι Δία καὶ Ἥραν καὶ Ποσειδῶνα. τὸν δὲ Δία διαδεξάμενον τὴν βασιλείαν τοῦ Κρόνου γῆμαι Ἥραν 10 καὶ Δήμητρα καὶ Θέμιν, ἐξ ὧν παῖδας ποιήσασθαι Κούρητας μὲν ἀπὸ τῆς πρώτης, Φερσεφόνην δὲ ἐκ τῆς δευτέρας, Ἀθηνᾶν δὲ ἀπὸ τῆς τρίτης. ἐλθόντα 10 δὲ εἰς Βαβυλῶνα ἐπιξενωθῆναι Βήλῳ, καὶ μετὰ ταῦτα εἰς τὴν Παγχαίαν νῆσον πρὸς τῷ ὠκεανῷ 15 κειμένην παραγενόμενον Οὐρανοῦ τοῦ ἰδίου προπά- τορος βωμὸν ἱδρύσασθαι. κἀκεῖθεν διὰ Συρίας ἐλ- θεῖν πρὸς τὸν τότε δυνάστην Κάσιον, ἐξ οὗ τὸ Κά- σιον ὄρος. ἐλθόντα δὲ εἰς Κιλικίαν πολέμῳ νικῆσαι Κίλικα τοπάρχην, καὶ ἄλλα δὲ πλεῖστα ἔθνη ἐπελθόντα 20 παρ᾿ ἅπασι τιμηθῆναι καὶ θεὸν ἀναγορευθῆναι. Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ὡς περὶ θνη- 11 τῶν ἀνδρῶν περὶ τῶν θεῶν διελθὼν ἐπιφέρει λέ- γων. — Καὶ περὶ μὲν Εὐημέρου τοῦ συνταξαμένου τὴν ἱερὰν ἀναγραφὴν ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι, 25 τὰ δὲ παρὰ τοῖς Ἕλλησι μυθολογούμενα περὶ θεῶν ἀκολούθως Ἡσιόδῳ καὶ Ὁμήρῳ καὶ Ὀρφεῖ πειρα- σόμεθα συντόμως ἐπιδραμεῖν. Εἶθ᾿ ἑξῆς ἐπισυνάπτει τὰς τῶν ποιητῶν μυθο- λογίας. [Euseb. Praep. ev. II 2, 52—62.] 30 Περὶ ὧν (θεῶν) ἐν ταῖς συγγραφαῖς αὐτοῦ λέ- 2