Textus Originalis
122 DIODORI SICULI
κοῖς τε καὶ μυθογράφοις· καὶ τῶν μὲν ἱστορικῶν Εὐήμερος ὁ τὴν ἱερὰν ἀναγραφὴν ποιησάμενος ἰδίως ἀναγέγραφεν, τῶν δὲ μυθολόγων Ὅμηρος καὶ Ἡσίο- δος καὶ Ὀρφεὺς καὶ ἕτεροι τοιοῦτοι τερατωδεστέ- ρους μύθους περὶ θεῶν πεπλάκασιν· ἡμεῖς δὲ τὰ 5 παρ᾿ ἀμφοτέροις ἀναγεγραμμένα πειρασόμεθα συν- τόμως ἐπιδραμεῖν, στοχαζόμενοι τῆς συμμετρίας. 4 Εὐήμερος μὲν οὖν, φίλος γεγονὼς Κασσάνδρου τοῦ βασιλέως καὶ διὰ τούτου ἠναγκασμένος τελεῖν βα- σιλικάς τινας χρείας καὶ μεγάλας ἀποδημίας, φησὶν 10 ἐκτοπισθῆναι κατὰ τὴν μεσημβρίαν εἰς τὸν ὠκεα- νόν. ἐκπλεύσαντα δὲ αὐτὸν ἐκ τῆς εὐδαίμονος Ἀρα- βίας ποιήσασθαι τὸν πλοῦν δι᾿ ὠκεανοῦ πλείους ἡμέρας, καὶ προσενεχθῆναι νήσοις πελαγίαις, ὧν μίαν ὑπάρχειν τὴν ὀνομαζομένην Παγχαίαν, ἐν ᾗ 15 τεθεᾶσθαι τοὺς ἐνοικοῦντας Παγχαίους εὐσεβείᾳ διαφέροντας καὶ τοὺς θεοὺς τιμῶντας μεγαλοπρε- πεστάταις θυσίαις καὶ ἀναθήμασιν ἀξιολόγοις ἀρ- 5 γυροῖς τε καὶ χρυσοῖς. εἶναι δὲ καὶ τὴν νῆσον ἱερὰν θεῶν, καὶ ἕτερα πλείω θαυμαζόμενα κατά τε τὴν 20 ἀρχαιότητα καὶ τὴν τῆς κατασκευῆς πολυτεχνίαν, περὶ ὧν τὰ κατὰ μέρος ἐν ταῖς πρὸ ταύτης βίβλοις 6 ἀναγεγράφαμεν. εἶναι δ᾿ ἐν αὐτῇ κατά τινα λόφον ὑψηλὸν καθ᾿ ὑπερβολὴν ἱερὸν Διὸς Τριφυλίου, κα- θιδρυμένον ὑπ᾿ αὐτοῦ καθ᾿ ὃν καιρὸν ἐβασίλευσε 25 τῆς οἰκουμένης ἁπάσης ἔτι κατὰ ἀνθρώπους ὤν. 7 ἐν τούτῳ τῷ ἱερῷ στήλην εἶναι χρυσῆν, ἐν ᾗ τοῖς Παγχαίοις γράμμασιν ὑπάρχειν γεγραμμένας τάς τε Οὐρανοῦ καὶ Κρόνου καὶ Διὸς πράξεις κεφαλαιω- 8 δῶς. μετὰ ταῦτά φησι πρῶτον Οὐρανὸν βασιλέα 30