Textus Originalis

138 DIODORI SICULI

klus annis LX. Post illum autem Nikandrus annis duodequadraginta. Theopompus annos VII supra quadraginta. Item huius quoque regni anno decimo prima olompias contigit. Sunt autem simul a Tro- ianorum captivitate usque ad Herakleorum excur- 5 sionem anni LXXX. [Euseb. Chron. I p. 221 ed. Schöne.] 9 Τούτων ἡμῖν διευκρινημένων λείπεται περὶ τῆς Κορινθίας καὶ Σικυωνίας εἰπεῖν ὃν τρόπον ὑπὸ Δωριέων κατῳκίσθησαν. τὰ γὰρ κατὰ τὴν Πελο- 10 πόννησον ἔθνη σχεδὸν πάντα πλὴν Ἀρκάδων ἀνά- στατα συνέβη γενέσθαι κατὰ τὴν κάθοδον τῶν Ἡρα- 2 κλειδῶν. οἱ τοίνυν Ἡρακλεῖδαι κατὰ τὴν διαίρεσιν ἐξαίρετον ποιησάμενοι τὴν Κορινθίαν καὶ τὴν ταύ- της πλησιόχωρον, διεπέμψαντο πρὸς τὸν Ἀλήτην, 15 παραδιδόντες αὐτῷ τὴν προειρημένην χώραν. ἐπι- φανὴς δὲ ἀνὴρ γενόμενος καὶ τὴν Κόρινθον αὐξή- 3 σας ἐβασίλευσεν ἔτη λη΄. μετὰ δὲ τὴν τούτου τε- λευτὴν ὁ πρεσβύτατος ἀεὶ τῶν ἐκγόνων ἐβασίλευσε μέχρι τῆς Κυψέλου τυραννίδος, ἥτις τῆς καθόδου 20 τῶν Ἡρακλειδῶν ὑστερεῖ ἔτεσι υμζ΄. καὶ πρῶτος μὲν παρ᾿ αὐτοῖς διεδέξατο τὴν βασιλείαν Ἰξίων ἔτη 4 λη΄· μεθ᾿ ὃν ἦρξεν Ἀγέλας ἔτη λζ΄, μετὰ δὲ τού- τους Πρύμνις ἔτη λε΄, καὶ Βάκχις ὁμοίως τὸν ἴσον χρόνον, γενόμενος ἐπιφανέστατος τῶν πρὸ αὐτοῦ· 25 διὸ καὶ συνέβη τοὺς μετὰ ταῦτα βασιλεύσαντας οὐ- κέτι Ἡρακλείδας, ἀλλὰ Βακχίδας προσαγορεύεσθαι. μετὰ τοῦτον Ἀγέλας μὲν ἔτη λ΄, Εὔδημος δὲ ἔτη 5 κε΄, Ἀριστομήδης ε΄ καὶ λ΄. οὗτος δὲ τελευτήσας ἀπέλιπεν υἱὸν Τελέστην παῖδα τὴν ἡλικίαν, οὗ τὴν 30