Textus Originalis

VII 8. 9. 10. 139

κατὰ γένος βασιλείαν ἀφείλατο θεῖος ὢν καὶ ἐπί- τροπος Ἀγήμων, ὃς ἦρξεν ἔτη ις΄. μετὰ τοῦτον κατέσχεν Ἀλέξανδρος ἔτη κε΄. τοῦτον ἀνελὼν Τε- λέστης ὁ στερηθεὶς τῆς πατρῴας ἀρχῆς ἦρξεν ἔτη 5 ιβ΄. τούτου δ᾿ ὑπὸ τῶν συγγενῶν ἀναιρεθέντος 6 Αὐτομένης μὲν ἦρξεν ἐνιαυτόν, οἱ δ᾿ ἀπὸ Ἡρα- κλέους Βακχίδαι πλείους ὄντες διακοσίων κατέσχον τὴν ἀρχήν, καὶ κοινῇ μὲν προειστήκεσαν τῆς πόλεως ἅπαντες, ἐξ αὑτῶν δὲ ἕνα κατ᾿ ἐνιαυτὸν ᾑροῦντο 10 πρύτανιν, ὃς τὴν τοῦ βασιλέως εἶχε τάξιν, ἐπὶ ἔτη ϟ΄ μέχρι τῆς Κυψέλου τυραννίδος, ὑφ᾿ ἧς κα- τελύθησαν. [Georg. Syncell. Chron. p. 179, et Euseb. Chron. I p. 220 ed. Schöne.] Ὅτι ἐγένετο τύραννος κατὰ τὴν Κύμην τὴν πό- 10 15 λιν ὄνομα Μάλακος, ὃς εὐδοκιμῶν παρὰ τοῖς πλή- θεσι καὶ τοὺς δυνατωτάτους ἀεὶ διαβάλλων περιε- ποιήσατο τὴν δυναστείαν, καὶ τοὺς μὲν εὐπορωτάτους τῶν πολιτῶν ἀπέσφαξε, τὰς δὲ οὐσίας ἀναλαβὼν μισθοφόρους ἔτρεφε καὶ φοβερὸς ἦν τοῖς Κυμαίοις. 20 [Exc. de virt. et vit. p. 225 V., 546 W.] [Τὸ τελευταῖον μετὰ τὴν κάθοδον τῶν Ἡρακλει- δῶν Ἀργεῖοι καὶ Λακεδαιμόνιοι πέμποντες ἀποικίας ἄλλας τέ τινας νήσους ἔκτισαν καὶ ταύτης τῆς νή- σου (sc. Κρήτης) κατακτησάμενοι πόλεις τινας ᾤκη- 25 σαν ἐν αὐταῖς· περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀναγράψομεν. Diod. V 80, 3.] [Μετὰ τὴν Τροίας ἅλωσιν Κᾶρες αὐξηθέντες ἐπὶ πλεῖον ἐθαλαττοκράτησαν, καὶ τῶν Κυκλάδων νή- σων κρατήσαντες τινὰς μὲν ἰδίᾳ κατέσχον καὶ τοὺς 30 ἐν αὐταῖς κατοικοῦντας Κρῆτας ἐξέβαλον, τινὰς δὲ