Textus Originalis
VII 10. 11. 12. 141
ἀρετῆς τὸ μέγεθος, ὥστε παραγενηθέντος εἰς Δελ- φοὺς αὐτοῦ τὴν Πυθίαν ἀποφθέγξασθαι ἔπη τάδε· ἥκεις, ὦ Λυκόοργε, ἐμὸν ποτὶ πίονα νηόν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ᾿ ἔχουσι. 5 δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον· ἀλλ᾿ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε. ἥκεις δ᾿ εὐνομίαν αἰτεύμενος· αὐτὰρ ἔγωγε δώσω τὴν οὐκ ἄλλη ἐπιχθονίη πόλις ἕξει. [Exc. Vatic. p. 1, et sine oraculo adscriptisque ver- 10 bis Ζήτει ἐν τῷ περὶ γνωμῶν Exc. de virt. et vit. p. 225 V, 547 W.] Ὅτι ὁ αὐτὸς ἠρώτησε τὴν Πυθίαν, ποῖα νόμιμα 2 καταστήσας μάλιστ᾿ ἂν ὠφελήσαι τοὺς Σπαρτιάτας. τῆς δὲ εἰπούσης ἐὰν τοὺς μὲν καλῶς ἡγεῖσθαι, τοὺς 15 δὲ πειθαρχεῖν νομοθετήσῃ, πάλιν ἠρώτησε τί ποι- οῦντες καλῶς ἡγήσονται καὶ τί πειθαρχήσουσιν. ἡ δὲ ἀνεῖλε τοῦτον τὸν χρησμόν· εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ᾿ ἀλλήλων ἀπέχουσαι, ἡ μὲν ἐλευθερίας ἐς τίμιον οἶκον ἄγουσα, 20 ἡ δ᾿ ἐπὶ δουλείας φευκτὸν δόμον ἡμερίοισι. καὶ τὴν μὲν διά τ᾿ ἀνδροσύνης ἐρατῆς θ᾿ ὁμονοίας ἔστι περᾶν, ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον· τὴν δὲ διὰ στυγερῆς ἔριδος καὶ ἀνάλκιδος ἄτης εἰσαφικάνουσιν, τὴν δὴ πεφύλαξο μάλιστα. 25 τὸ δὲ κεφάλαιον ἦν ὅτι μεγίστην πρόνοιαν ποιη- 3
6 ἔλπομαι Herod. I 65 et Eus. praep. ev. V 27, 8] ἔτ᾿ οἴομαι excerpta Vaticana, quae ab his demum verbis initium capiunt 7 αἰτεύμενος Eus., διζήμενος exc. ἐγώ τοι Eus. 14 εἰπούσης add. Dind. 20 ἡμερίοισι Eus. praep. ev. V 28, 7] ἡμετρίοισι exc. 21 ἐρατῆς] ἀρετῆς exc., ἱερῆς Eus. 22 ἡγοῦ σὺ Herwerden 24 πεφύλαχθε Krebs