Textus Originalis

142 DIODORI SICULI

τέον ἐστὶν ὁμονοίας καὶ ἀνδρείας, ὡς διὰ μόνων τούτων τῆς ἐλευθερίας φυλάττεσθαι δυναμένης, ἧς χωρὶς οὐδὲν ὄφελος οὐδ᾿ ἄλλο τι τῶν παρὰ τοῖς πολλοῖς ὑπειλημμένων ἀγαθῶν ἔχειν ἑτέροις ὑπή- κοον ὄντα· πάντα γὰρ τὰ τοιαῦτα τῶν ἡγουμένων, 5 οὐ τῶν ὑποτεταγμένων ἐστίν· ὥστ᾿ εἴπερ τις ἑαυτῷ βούλεται καὶ μὴ τοῖς ἄλλοις κτήσασθαι τὰ ἀγαθά, 4 πρῶτον ἐστι κατασκευαστέον τὴν ἐλευθερίαν. ἀμ- φοτέρων δὲ ἐκέλευσε ποιεῖσθαι πρόνοιαν, ὅτι θά- τερον αὐτῶν κατ᾿ ἰδίαν οὐ δύναται τὸν περιποιη- 10 σάμενον ὠφελῆσαι· οὐδὲν γὰρ ὄφελος ἀνδρείους ὄντας στασιάζειν ἢ ὁμονοεῖν βεβαίως δειλοὺς ὄντας. 5 Ὅτι ὁ αὐτὸς Λυκοῦργος ἤνεγκε χρησμὸν ἐκ Δελ- φῶν περὶ τῆς φιλαργυρίας τὸν ἐν παροιμίας μέρει μνημονευόμενον, 15 ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ, ἄλλο δὲ οὐδέν. 6 [Ἡ Πυθία ἔχρησε τῷ Λυκούργῳ περὶ τῶν πο- λιτικῶν οὕτως] Δὴ γὰρ ἀργυρότοξος ἄναξ ἑκάεργος Ἀπόλλων χρυσοκόμης ἔχρη πίονος ἐξ ἀδύτου, 20 ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας, οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις, πρεσβυγενεῖς δὲ γέροντας, ἔπειτα δὲ δημότας ἄνδρας, εὐθείαις ῥήτραις ἀνταπαμειβομένους μυθεῖσθαί τε τὰ καλὰ καὶ ἔρδειν πάντα δίκαια, 25

3 τι add. Krebs 4 ἀγαθῶν Krebs, ἀγαθὸν exc. 16 ὀλεῖ] ἕλοι exc. 17 ἡ Πυθία — οὕτως in margine cod. (Herwerden Spicil. Vatic. p. 3) 22 ἱμερόεσσα Plut. Lyc. 6, ἰσχερόεσσα exc. 24 εὐθείης ῥήτρας exc. 25 τε Dind., δὲ exc.