Textus Originalis
VII 12. 13. 143
μηδέ τι βουλεύειν τῇδε πόλει σκολιόν, δήμου τε πλήθει νίκην καὶ κάρτος ἕπεσθαι· Φοῖβος γὰρ περὶ τῶν ὧδ᾿ ἀνέφηνε πόλει. Ὅτι τοὺς μὴ διαφυλάττοντας τὴν πρὸς τὸ θεῖον 7 5 εὐσέβειαν πολὺ μᾶλλον μὴ τηρεῖν τὰ πρὸς τοὺς ἀν- θρώπους δίκαια. [Exc. Vat. p. 2—3.] Ὅτι οἱ Λακεδαιμόνιοι χρησάμενοι τοῖς τοῦ Λυ- 8 κούργου νόμοις ἐκ ταπεινῶν δυνατώτατοι ἐγένοντο τῶν Ἑλλήνων, τὴν δὲ ἡγεμονίαν διεφύλαξαν ἐπὶ 10 ἔτη πλείω τῶν υ΄. μετὰ δὲ ταῦτα ἐκ τοῦ κατ᾿ ὀλί- γον καταλύοντες ἕκαστον τῶν νομίμων, καὶ πρὸς τρυφὴν καὶ ῥᾳθυμίαν ἀποκλίνοντες, ἔτι δὲ διαφθα- ρέντες νομίσματι χρῆσθαι καὶ πλούτους ἀθροίζειν, ἀπέβαλον τὴν ἡγεμονίαν. [Exc. de virt. et vit. p. 225 V., 15 p. 547 W.] Ὅτι Τήμενος τὴν Ἀργείαν λαχὼν ἐνέβαλε μετὰ 13 τῆς στρατιᾶς εἰς τὴν τῶν πολεμίων χώραν. χρο- νίζοντος δὲ τοῦ πολέμου τοὺς μὲν υἱοὺς οὐ προῆ- γεν ἐπὶ τὰς ἡγεμονίας, τὸν δὲ τῆς θυγατρὸς ἄνδρα 20 Δηιφόντην διαφερόντως ἀποδεχόμενος ἔτασσεν ἐπὶ τὰς ἐπιφανεστάτας πράξεις. ἐφ᾿ οἷς οἱ παῖδες αὐ- τοῦ διαγανακτοῦντες Κίσσος καὶ Φάλκης καὶ Κε- ρύνης ἐπιβουλὴν κατὰ τοῦ πατρὸς συνεστήσαντο διά τινων κακούργων· οἳ πεισθέντες ὑπὸ τούτων 25 ἐνήδρευσαν τὸν Τήμενον παρά τινα ποταμόν, καὶ
1 μηδέτι ἐπιβουλεύειν exc. σκολιάν add. Wurm et Krebs 7 χρησάμενοι Peir., om. v. 10 υ΄] φ΄ Wess. ex XV 1, 3 12 διαφθαρέντες] ὥστε add. Wurm. 19 τὰς Feder, τῆς cod. 20 ἔτασσεν Müller, ἔτασεν cod., ἔταξεν Feder 22 Κίσσος] νίσος cod. φαλκῆς καὶ κερυνῆς cod. DIODORUS II. 14