Textus Originalis
146 DIODORI SICULI VII 16. 17.
ἔστι κράτος βασίλειον ἀγαυοῖς Τημενίδαισι γαίης πλουτοφόροιο· δίδωσι γὰρ αἰγίοχος Ζεύς. ἀλλ᾿ ἴθ᾿ ἐπειγόμενος Βοττηίδα πρὸς πολύμηλον· ἔνθα δ᾿ ἂν ἀργικέρωτας ἴδῃς χιονώδεας αἶγας 5 εὐνηθέντας ὕπνῳ, κείνης χθονὸς ἐν δαπέδοισι θῦε θεοῖς μακάρεσσι καὶ ἄστυ κτίζε πόληος. [Exc. Vat. p. 3]; cf. 16, 1. 17 Γενεαλογοῦσι δ᾿ αὑτὸν (Caranum) οὕτως, ὥς φη- σιν ὁ Διόδωρος, οἱ πολλοὶ τῶν συγγραφέων, ὧν 10 εἷς καὶ Θεόπομπος. Κάρανος Φείδωνος τοῦ Ἀριστο- δαμίδα τοῦ Μέροπος τοῦ Θεστείου τοῦ Κίσσου τοῦ Τημένου τοῦ Ἀριστομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου τοῦ Ἡρακλέους. ἔνιοι δὲ ἄλλως, φησί, γενεαλο- γοῦσι, φάσκοντες εἶναι Κάρανον Ποίαντος τοῦ Κροί- 15 σου τοῦ Κλεοδαίου τοῦ Εὐρυβιάδα τοῦ Δεβάλλου τοῦ Λαχάρους τοῦ Τημένου, ὃς καὶ κατῆλθεν εἰς Πελοπόννησον. [Georg. Syncell. Chron. p. 262 B.]