Textus Originalis

FRAGMENTA LIBRI VIII.

Ὅτι τῶν Ἠλείων πολυανδρουμένων καὶ νομίμως 1 πολιτευομένων ὑφορᾶσθαι τοὺς Λακεδαιμονίους τὴν τούτων αὔξησιν, συγκατασκευάσαι τὸν κοινὸν βίον, ἵν᾿ εἰρήνης ἀπολαύοντες μηδεμίαν ἔχωσιν ἐμπειρίαν 5 τῶν κατὰ πόλεμον ἔργων. καὶ καθιέρωσαν αὐτοὺς τῷ θεῷ, συγχωρησάντων σχεδὸν ἁπάντων τῶν Ἑλ- λήνων. καὶ οὔτε ἐπὶ τῆς Ξέρξου στρατείας συνε- 2 στράτευσαν, ἀλλὰ ἀφείθησαν διὰ τὸ ἐπιμελεῖσθαι τῆς τοῦ θεοῦ τιμῆς, ἔτι δὲ καὶ κατ᾿ ἰδίαν ἐν τοῖς 10 τῶν Ἑλλήνων ἐμφυλίοις πολέμοις οὐδεὶς αὐτοὺς πα- ρηνόχλει διὰ τὸ πάντας τὴν χώραν καὶ τὴν πόλιν σπεύδειν ἱερὰν καὶ ἄσυλον φυλάττειν. ὕστερον δὲ πολλαῖς γενεαῖς καὶ συστρατεῦσαι τούτους καὶ ἰδίᾳ πολέμους ἐπανελέσθαι. [Exc. de virt. et vit. p. 225 V., 15 547 W.] Ὅτι οἱ Ἠλεῖοι τῶν κοινῶν πολέμων οὐ μετεῖ- 3 χον· καὶ γὰρ ὅτε Ξέρξης ταῖς τοσαύταις μυριάσιν ἐστράτευσεν ἐπὶ τοὺς Ἕλληνας, ἀφείθησαν ὑπὸ τῶν συμμάχων τῆς στρατείας, προσταξάντων τῶν ἡγε- 20 μόνων. πλέον αὐτοὺς ποιήσειν, ἐὰν ἐπιμέλωνται τῆς τῶν θεῶν τιμῆς. [Exc. Vat. p. 4.]

2 ὑφορωμένους Reiske 7 οὐδὲ Krebs Ξέρξι cod. συνεστρατεύθησαν cod. 9 ἔτι Reiske, ὅτι cod. 13 στρα- τεῦσαι cod.