Textus Originalis

192 DIODORI SICULI

ἔστι τις Ἀρκαδίας Τεγέη λευρῷ ἐνὶ χώρῳ, ἔνθ᾿ ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπ᾿ ἀνάγκης καὶ τύπος ἀντίτυπος καὶ πῆμ᾿ ἐπὶ πήματι κεῖται. ἔνθ᾿ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα· τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ. 5 ἦν δὲ χαλκεῖον, καὶ δηλοῖ τὰς φύσας, τύπον δὲ τὸν ἄκμονά φησι καὶ τὰς σφύρας, πῆμα δὲ ἐπὶ πήματι τὸν σίδηρον ἐπὶ σιδήρῳ· πῆμα γὰρ εἴρη- ται διὰ τὸ ἐπὶ κακῷ τῶν ἀνθρώπων εὑρῆσθαι. 4 Κρεῖττον γὰρ εἶναι τελευτᾶν ἢ ζῶντας ἑαυτοὺς 10 μετὰ τῶν συγγενῶν ἐφορᾶν ἄξια θανάτου πράτ- τοντας. 37 Ὅτι κανηφορούσης ποτὲ τῆς θυγατρὸς Πεισι- στράτου, καὶ δοκούσης τῷ κάλλει διαφέρειν, προσ- ελθών τις τῶν νεανίσκων καταπεφρονηκὼς ἐφίλησε 15 τὴν παρθένον. ἀκούσαντες δὲ οἱ τῆς κόρης ἀδελ- φοὶ βαρέως ἤνεγκαν τὴν ὕβριν, καὶ τὸν νεανίσκον ἀγαγόντες πρὸς τὸν πατέρα δίκην ἠξίουν διδόναι· ὁ δὲ Πεισίστρατος γελάσας, Καὶ τί τοὺς μισοῦντας ἡμᾶς, ἔφη, ποιήσωμεν, ἐὰν τοὺς φιλοῦντας τιμω- 20 ρίαις περιβάλωμεν; 2 Ὅτι ὁ αὐτὸς διαπορευόμενός ποτε διὰ τῆς χώ- ρας κατενόησεν ἄνθρωπον κατὰ τὸν Ὑμηττον ἐργα- ζόμενον ἐν χωρίοις λεπτοῖς καθ᾿ ὑπερβολὴν καὶ τραχέσι. θαυμάσας δὲ τὴν φιλεργίαν ἔπεμψε τοὺς 25 ἐρωτήσοντας, τί λαμβάνοι τοιαύτην χώραν ἐργαζό- 3 μενος. ὧν ποιησάντων τὸ προσταχθέν, ὁ ἐργάτης ἔφησε λαμβάνειν ἐκ τοῦ χωρίου κακὰς ὀδύνας, ἀλλ᾿

8 πήματι Herw., πήματος v. 22 ὁ add. Dind. 28 κακὰς