Textus Originalis
IX 33—36. 191
δὲ ταῦθ᾿ ὁρῶντα αὐτὸν ὑπὸ τοῦ βασιλέως τιμώμε- νον διδόναι τὴν θυγατέρα· αὐτὸν δὲ ἀποκριθῆναι, διότι γυναῖκα μὲν οὐκέτι ἂν ἔχοι αὐτήν, παλλακίδα δὲ συγχωρήσαι λαβεῖν. διὰ δὲ τῶν τοιούτων λό- 3 γων ἐδήλου τοῖς Ἕλλησιν, ὅτι Κύρου πρότερον ἀξι- 5 οῦντος γενέσθαι Περσῶν φίλους οὐκ ἐβουλήθησαν, νῦν δὲ ἐκ μεταβολῆς ἐκείνων σπευδόντων συνάψαι φιλίαν ὡς μὲν πρὸς συμμάχους οὐ ποιήσεται τὰς ὁμολογίας, ὡς δὲ δούλους εἰς τὴν τῶν Περσῶν πί- στιν ἑαυτοὺς παραδιδόντας προσδέξεται. 10 Ὅτι Λακεδαιμόνιοι πυνθανόμενοι τοὺς κατὰ τὴν 36 Ἀσίαν Ἕλληνας κινδυνεύειν, ἔπεμψαν πρὸς Κῦρον, ὅτι Λακεδαιμόνιοι συγγενεῖς ὄντες τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων ἀπαγορεύουσιν αὐτῷ καταδουλοῦ- σθαι τὰς Ἑλληνίδας πόλεις. ὁ δὲ θαυμάσας τὸν 15 λόγον ἔφη γνώσεσθαι τὴν ἀρετὴν αὐτῶν, ὅταν ἕνα τῶν ἑαυτοῦ δούλων πέμψῃ καταστρεψόμενον τὴν Ἑλλάδα. Ὅτι Λακεδαιμόνιοι τὴν Ἀρκαδίαν μέλλοντες κα- 2 ταστρέφειν ἔλαβον χρησμόν, 20 Ἀρκαδίαν μ᾿ αἰτεῖς; μέγα μ᾿ αἰτεῖς· οὔ τοι δώσω. πολλοὶ ἐν Ἀρκαδίᾳ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ σ᾿ ἀποκωλύσουσιν· ἐγὼ δέ τοι οὔτι μεγαίρω. δώσω σοι Τεγέαν ποσσίκροτον ὀρχήσασθαι καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι. 25 Ὅτι οἱ Λακεδαιμόνιοι ἔπεμψαν εἰς Δελφοὺς περὶ 3 τῶν ὀστέων Ὀρέστου τοῦ Ἀγαμέμνονος, ἐν ποίῳ τινὶ τόπῳ κεῖνται. καὶ ἔχρησεν οὕτως,
3 ἂν ἔχοι Dind, ἀνέσχοι v.