Textus Originalis
FRAGMENTA LIBRI X.
Ὅτι Σερούιος Τύλλιος Ταρκυνίου ἐπιθεμένου 1 παραγενηθεὶς εἰς τὸ βουλευτήριον, καὶ θεασάμενος τὴν καθ᾿ ἑαυτοῦ παρασκευήν, τοσοῦτον μόνον εἶπε, Τίς ἡ τόλμα, Ταρκύνιε; ὁ δὲ ὑπολαβών, Ἡ μὲν οὖν σή, φησί, τίς, ὃς δουλέκδουλος ὢν ῾Ρωμαίων βασι- 5 λεύειν ἐτόλμησας καὶ τῆς τοῦ πατρὸς ἡγεμονίας ἡμῖν προσηκούσης παρὰ νόμους ἀφείλου τὴν οὐδὲ καθ᾿ ἕνα σοι τρόπον ἐπιβάλλουσαν ἀρχήν; ταῦτα λέγων ἅμα προσέδραμε καὶ δραξάμενος τῆς τοῦ Τυλλίου χειρὸς ἔρριψεν αὐτὸν κατὰ τῆς κρηπῖδος. καὶ δια- 10 ναστὰς καὶ χωλεύων διὰ τὸ πτῶμα ἐπεχείρησε φυ- γεῖν, ἀπεκτάνθη δέ. [Exc. Vat. p. 29.] Ὅτι Σερούιος Τύλλιος ὁ ῾Ρωμαίων βασιλεὺς ἐβα- 2 σίλευσεν ἔτη τετταράκοντα τέτταρα, διὰ τῆς ἰδίας ἀρετῆς κατωρθωκὼς οὐκ ὀλίγα τῶν κοινῶν. 15 Ὅτι ἐπ᾿ ἄρχοντος Ἀθήνησι Θηρικλέους κατὰ τὴν 3 ἑξηκοστὴν πρώτην Ὀλυμπιάδα Πυθαγόρας ὁ φιλό- σοφος ἐγνωρίζετο, προκεκοφὼς ἤδη ἐν παιδείᾳ· γέ- γονε γὰρ ἱστορίας ἄξιος, εἴ καί τις ἕτερος τῶν περὶ παιδείαν διατριψάντων. γέγονε δὲ Σάμιος τὸ γέ- 20 νος· οἱ δέ φασιν ὅτι Τυρρηνός. τοσαύτη δ᾿ ἦν ἐν 2 τοῖς αὐτοῦ λόγοις πειθὼ καὶ χάρις, ὡς καὶ τῆς πό-
11 ἐπὶ add. Reiske 12 τῷ Herw., τινι v. 21 γενέσθαι cod., corr. Vales.